Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) (125 page)

Διόνυσος

νὴ τὴν Δήμητρα χιτῶνά γ᾽ ἔχων οὔλων ἐρίων ὑπένερθεν.
κἂν ταῦτα λέγων ἐξαπατήσῃ, παρὰ τοὺς ἰχθῦς ἀνέκυψεν.

Α

σχύλος

εἶτ᾽ αὖ λαλιὰν ἐπιτηδεῦσαι καὶ στωμυλίαν ἐδίδαξας,
1070
ἣ ‘ξεκένωσεν τάς τε παλαίστρας καὶ τὰς πυγὰς ἐνέτριψεν
τῶν μειρακίων στωμυλλομένων, καὶ τοὺς Παράλους ἀνέπεισεν
ἀνταγορεύειν τοῖς ἄρχουσιν. καίτοι τότε γ᾽ ἡνίκ᾽ ἐγὼ ‘ζων,
οὐκ ἠπίσταντ᾽ ἀλλ᾽ ἢ μᾶζαν καλέσαι καὶ ‘ῥυππαπαῖ’ εἰπεῖν.

Διόνυσος

νὴ τὸν Ἀπόλλω, καὶ προσπαρδεῖν γ᾽ ἐς τὸ στόμα τῷ θαλάμακι,
καὶ μινθῶσαι τὸν ξύσσιτον κἀκβάς τινα λωποδυτῆσαι:
νῦν δ᾽ ἀντιλέγει κοὐκέτ᾽ ἐλαύνων πλεῖ δευρὶ καὖθις ἐκεῖσε.

Α

σχύλος

ποίων δὲ κακῶν οὐκ αἴτιός ἐστ᾽;
οὐ προαγωγοὺς κατέδειξ᾽ οὗτος,
1080
καὶ τικτούσας ἐν τοῖς ἱεροῖς,
καὶ μιγνυμένας τοῖσιν ἀδελφοῖς,
καὶ φασκούσας οὐ ζῆν τὸ ζῆν;
κᾆτ᾽ ἐκ τούτων ἡ πόλις ἡμῶν
ὑπογραμματέων ἀνεμεστώθη
1085
καὶ βωμολόχων δημοπιθήκων
ἐξαπατώντων τὸν δῆμον ἀεί,
λαμπάδα δ᾽ οὐδεὶς οἷός τε φέρειν
ὑπ᾽ ἀγυμνασίας ἔτι νυνί.

Διόνυσος

μὰ Δί᾽ οὐ δῆθ᾽, ὥστ᾽ ἐπαφαυάνθην
1090
Παναθηναίοισι γελῶν, ὅτε δὴ
βραδὺς ἄνθρωπός τις ἔθει κύψας
λευκὸς πίων ὑπολειπόμενος
καὶ δεινὰ ποιῶν: κᾆθ᾽ οἱ Κεραμῆς
ἐν ταῖσι πύλαις παίουσ᾽ αὐτοῦ
1095
γαστέρα πλευρὰς λαγόνας πυγήν,
ὁ δὲ τυπτόμενος ταῖσι πλατείαις
ὑποπερδόμενος
φυσῶν τὴν λαμπάδ᾽ ἔφευγεν.

Χορός

μέγα τὸ πρᾶγμα, πολὺ τὸ νεῖκος, ἁδρὸς ὁ πόλεμος ἔρχεται.
1100
χαλεπὸν οὖν ἔργον διαιρεῖν,
ὅταν ὁ μὲν τείνῃ βιαίως,
ὁ δ᾽ ἐπαναστρέφειν δύνηται κἀπερείδεσθαι τορῶς.
ἀλλὰ μὴ ν᾽ ταὐτῷ κάθησθον:
ἐσβολαὶ γάρ εἰσι πολλαὶ χἄτεραι σοφισμάτων.
1105
ὅ τι περ οὖν ἔχετον ἐρίζειν,
λέγετον ἔπιτον ἀνά τε δέρετον
τά τε παλαιὰ καὶ τὰ καινά,
κἀποκινδυνεύετον λεπτόν τι καὶ σοφὸν λέγειν.
Χορός

εἰ δὲ τοῦτο καταφοβεῖσθον, μή τις ἀμαθία προσῇ
1110
τοῖς θεωμένοισιν, ὡς τὰ
λεπτὰ μὴ γνῶναι λεγόντοιν,
μηδὲν ὀρρωδεῖτε τοῦθ᾽: ὡς οὐκέθ᾽ οὕτω ταῦτ᾽ ἔχει.
ἐστρατευμένοι γάρ εἰσι,
βιβλίον τ᾽ ἔχων ἕκαστος μανθάνει τὰ δεξιά:
1115
αἱ φύσεις τ᾽ ἄλλως κράτισται,
νῦν δὲ καὶ παρηκόνηνται.
μηδὲν οὖν δείσητον, ἀλλὰ
πάντ᾽ ἐπέξιτον θεατῶν γ᾽ οὕνεχ᾽ ὡς ὄντων σοφῶν.
Ε

ριπίδης

καὶ μὴν ἐπ᾽ αὐτοὺς τοὺς προλόγους σου τρέψομαι,
1120
ὅπως τὸ πρῶτον τῆς τραγῳδίας μέρος
πρώτιστον αὐτοῦ βασανιῶ τοῦ δεξιοῦ.
ἀσαφὴς γὰρ ἦν ἐν τῇ φράσει τῶν πραγμάτων.

Διόνυσος

καὶ ποῖον αὐτοῦ βασανιεῖς;

Ε

ριπίδης
πολλοὺς πάνυ.
πρῶτον δέ μοι τὸν ἐξ Ὀρεστείας λέγε.

Διόνυσος

1125
ἄγε δὴ σιώπα πᾶς ἀνήρ. λέγ᾽ Αἰσχύλε.

Α

σχύλος

‘Ἑρμῆ χθόνιε πατρῷ᾽ ἐποπτεύων κράτη,
σωτὴρ γενοῦ μοι σύμμαχός τ᾽ αἰτουμένῳ.
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.’

Διόνυσος

τούτων ἔχεις ψέγειν τι;

Ε

ριπίδης
πλεῖν ἢ δώδεκα.

Διόνυσος

1130
ἀλλ᾽ οὐδὲ πάντα ταῦτά γ᾽ ἔστ᾽ ἀλλ᾽ ἢ τρία.

Ε

ριπίδης

ἔχει δ᾽ ἕκαστον εἴκοσίν γ᾽ ἁμαρτίας.

Διόνυσος

Αἰσχύλε παραινῶ σοι σιωπᾶν: εἰ δὲ μή,
πρὸς τρισὶν ἰαμβείοισι προσοφείλων φανεῖ.

Α

σχύλος

ἐγὼ σιωπῶ τῷδ᾽;

Διόνυσος
ἐὰν πείθῃ γ᾽ ἐμοί.

Ε

ριπίδης

1135
εὐθὺς γὰρ ἡμάρτηκεν οὐράνιόν γ᾽ ὅσον.

Α

σχύλος

ὁρᾷς ὅτι ληρεῖς;

Διόνυσος
ἀλλ᾽ ὀλίγον γέ μοι μέλει.

Α

σχύλος

πῶς φῄς μ᾽ ἁμαρτεῖν;

Ε

ριπίδης
αὖθις ἐξ ἀρχῆς λέγε.

Α

σχύλος

‘Ἑρμῆ χθόνιε πατρῷ᾽ ἐποπτεύων κράτη.’

Ε

ριπίδης

οὔκουν Ὀρέστης τοῦτ᾽ ἐπὶ τῷ τύμβῳ λέγει
1140
τῷ τοῦ πατρὸς τεθνεῶτος;

Α

σχύλος
οὐκ ἄλλως λέγω.

Ε

ριπίδης

πότερ᾽ οὖν τὸν Ἑρμῆν, ὡς ὁ πατὴρ ἀπώλετο
αὐτοῦ βιαίως ἐκ γυναικείας χερὸς
δόλοις λαθραίοις, ταῦτ᾽ ‘ἐποπτεύειν’ ἔφη;

Α

σχύλος

οὐ δῆτ᾽ ἐκεῖνον, ἀλλὰ τὸν Ἐριούνιον
1145
Ἑρμῆν χθόνιον προσεῖπε, κἀδήλου λέγων
ὁτιὴ πατρῷον τοῦτο κέκτηται γέρας —

Ε

ριπίδης

ἔτι μεῖζον ἐξήμαρτες ἢ ‘γὼ ‘βουλόμην:
εἰ γὰρ πατρῷον τὸ χθόνιον ἔχει γέρας —

Διόνυσος

οὕτω γ᾽ ἂν εἴη πρὸς πατρὸς τυμβωρύχος.

Α

σχύλος

1150
Διόνυσε πίνεις οἶνον οὐκ ἀνθοσμίαν.

Διόνυσος

λέγ᾽ ἕτερον αὐτῷ: σὺ δ᾽ ἐπιτήρει τὸ βλάβος.

Α

σχύλος

‘σωτὴρ γενοῦ μοι σύμμαχός τ᾽ αἰτουμένῳ.
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι— ‘

Ε

ριπίδης

δὶς ταὐτὸν ἡμῖν εἶπεν ὁ σοφὸς Αἰσχύλος.

Διόνυσος

1155
πῶς δίς;

Ε

ριπίδης
σκόπει τὸ ῥῆμ᾽: ἐγὼ δέ σοι φράσω.
‘ἥκω γὰρ ἐς γῆν,’ φησί, ‘καὶ κατέρχομαι:’
‘ἥκω’ δὲ ταὐτόν ἐστι τῷ ‘κατέρχομαι.’

Διόνυσος

νὴ τὸν Δί᾽ ὥσπερ γ᾽ εἴ τις εἴποι γείτονι,
‘χρῆσον σὺ μάκτραν, εἰ δὲ βούλει, κάρδοπον.’

Α

σχύλος

1160
οὐ δῆτα τοῦτό γ᾽ ὦ κατεστωμυλμένε
ἄνθρωπε ταὔτ᾽ ἔστ᾽, ἀλλ᾽ ἄριστ᾽ ἐπῶν ἔχον.

Ε

ριπίδης

πῶς δή; δίδαξον γάρ με καθ᾽ ὅ τι δὴ λέγεις;

Α

σχύλος

‘ἐλθεῖν’ μὲν ἐς γῆν ἔσθ᾽ ὅτῳ μετῇ πάτρας:
χωρὶς γὰρ ἄλλης συμφορᾶς ἐλήλυθεν:
1165
φεύγων δ᾽ ἀνὴρ ‘ἥκει’ τε καὶ ‘κατέρχεται.’

Διόνυσος

εὖ νὴ τὸν Ἀπόλλω. τί σὺ λέγεις Εὐριπίδη;

Ε

ριπίδης

οὐ φημὶ τὸν Ὀρέστην κατελθεῖν οἴκαδε:
λάθρᾳ γὰρ ἦλθεν οὐ πιθὼν τοὺς κυρίους.

Διόνυσος

εὖ νὴ τὸν Ἑρμῆν: ὅ τι λέγεις δ᾽ οὐ μανθάνω.

Ε

ριπίδης

1170
πέραινε τοίνυν ἕτερον.

Διόνυσος
ἴθι πέραινε σὺ
Αἰσχύλ᾽ ἀνύσας: σὺ δ᾽ ἐς τὸ κακὸν ἀπόβλεπε.

Α

σχύλος

‘τύμβου δ᾽ ἐπ᾽ ὄχθῳ τῷδε κηρύσσω πατρὶ
κλύειν ἀκοῦσαι.’

Ε

ριπίδης
τοῦθ᾽ ἕτερον αὖθις λέγει,
‘κλύειν ἀκοῦσαι,’ ταὐτὸν ὂν σαφέστατα.

Διόνυσος

1175
τεθνηκόσιν γὰρ ἔλεγεν ὦ μόχθηρε σύ,
οἷς οὐδὲ τρὶς λέγοντες ἐξικνούμεθα.

Α

σχύλος

σὺ δὲ πῶς ἐποίεις τοὺς προλόγους;

Ε

ριπίδης
ἐγὼ φράσω.
κἄν που δὶς εἴπω ταὐτόν, ἢ στοιβὴν ἴδῃς
ἐνοῦσαν ἔξω τοῦ λόγου, κατάπτυσον.

Διόνυσος

1180
ἴθι δὴ λέγ᾽: οὐ γάρ μοὔστιν ἀλλ᾽ ἀκουστέα
τῶν σῶν προλόγων τῆς ὀρθότητος τῶν ἐπῶν.

Ε

ριπίδης

‘ἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ’ —

Α

σχύλος

μὰ τὸν Δί᾽ οὐ δῆτ᾽, ἀλλὰ κακοδαίμων φύσει,
ὅντινά γε πρὶν φῦναι μὲν Ἁπόλλων ἔφη
1185
ἀποκτενεῖν τὸν πατέρα, πρὶν καὶ γεγονέναι:
πῶς οὗτος ἦν τὸ πρῶτον εὐδαίμων ἀνήρ;

Ε

ριπίδης

‘εἶτ᾽ ἐγένετ᾽ αὖθις ἀθλιώτατος βροτῶν.’

Α

σχύλος

μὰ τὸν Δί᾽ οὐ δῆτ᾽, οὐ μὲν οὖν ἐπαύσατο.
πῶς γάρ; ὅτε δὴ πρῶτον μὲν αὐτὸν γενόμενον
1190
χειμῶνος ὄντος ἐξέθεσαν ἐν ὀστράκῳ,
ἵνα μὴ ‘κτραφεὶς γένοιτο τοῦ πατρὸς φονεύς:
εἶθ᾽ ὡς Πόλυβον ἤρρησεν οἰδῶν τὼ πόδε:
ἔπειτα γραῦν ἔγημεν αὐτὸς ὢν νέος
καὶ πρός γε τούτοις τὴν ἑαυτοῦ μητέρα:
1195
εἶτ᾽ ἐξετύφλωσεν αὑτόν.

Διόνυσος
εὐδαίμων ἄρ᾽ ἦν,
εἰ κἀστρατήγησέν γε μετ᾽ Ἐρασινίδου.

Ε

ριπίδης

ληρεῖς: ἐγὼ δὲ τοὺς προλόγους καλοὺς ποιῶ.

Α

σχύλος

καὶ μὴν μὰ τὸν Δί᾽ οὐ κατ᾽ ἔπος γέ σου κνίσω
τὸ ῥῆμ᾽ ἕκαστον, ἀλλὰ σὺν τοῖσιν θεοῖς
1200
ἀπὸ ληκυθίου σου τοὺς προλόγους διαφθερῶ.

Ε

ριπίδης

ἀπὸ ληκυθίου σὺ τοὺς ἐμούς;

Α

σχύλος
ἑνὸς μόνου.
ποιεῖς γὰρ οὕτως ὥστ᾽ ἐναρμόττειν ἅπαν,
καὶ κῳδάριον καὶ ληκύθιον καὶ θύλακον,
ἐν τοῖς ἰαμβείοισι. δείξω δ᾽ αὐτίκα.

Ε

ριπίδης

1205
ἰδού, σὺ δείξεις;

Α

σχύλος
φημί.

Διόνυσος
καὶ δὴ χρὴ λέγειν.

Ε

ριπίδης

Αἴγυπτος, ὡς ὁ πλεῖστος ἔσπαρται λόγος,
ξὺν παισὶ πεντήκοντα ναυτίλῳ πλάτῃ
Ἄργος κατασχών —

Α

σχύλος
ληκύθιον ἀπώλεσεν.

Διόνυσος

τουτὶ τί ἦν τὸ ληκύθιον; οὐ κλαύσεται;
1210
λέγ᾽ ἕτερον αὐτῷ πρόλογον, ἵνα καὶ γνῶ πάλιν.

Ε

ριπίδης

‘Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖς
καθαπτὸς ἐν πεύκαισι Παρνασσὸν κάτα
πηδᾷ χορεύων’ —

Α

σχύλος
ληκύθιον ἀπώλεσεν.

Διόνυσος

οἴμοι πεπλήγμεθ᾽ αὖθις ὑπὸ τῆς ληκύθου.

Ε

ριπίδης

1215
ἀλλ᾽ οὐδὲν ἔσται πρᾶγμα: πρὸς γὰρ τουτονὶ
τὸν πρόλογον οὐχ ἕξει προσάψαι λήκυθον.
‘οὐκ ἔστιν ὅστις πάντ᾽ ἀνὴρ εὐδαιμονεῖ:
ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον,
ἢ δυσγενὴς ὤν’ —

Α

σχύλος
ληκύθιον ἀπώλεσεν.

Διόνυσος

1220
Εὐριπίδη —

Ε

ριπίδης
τί ἔσθ᾽;

Διόνυσος
ὑφέσθαι μοι δοκεῖ:
τὸ ληκύθιον γὰρ τοῦτο πνευσεῖται πολύ.

Ε

ριπίδης

οὐδ᾽ ἂν μὰ τὴν Δήμητρα φροντίσαιμί γε:
νυνὶ γὰρ αὐτοῦ τοῦτό γ᾽ ἐκκεκόψεται.

Διόνυσος

ἴθι δὴ λέγ᾽ ἕτερον κἀπέχου τῆς ληκύθου.

Ε

ριπίδης

1225
‘Σιδώνιόν ποτ᾽ ἄστυ Κάδμος ἐκλιπὼν
Ἀγήνορος παῖς’ —

Α

σχύλος
ληκύθιον ἀπώλεσεν.

Διόνυσος

ὦ δαιμόνι᾽ ἀνδρῶν ἀποπρίω τὴν λήκυθον,
ἵνα μὴ διακναίσῃ τοὺς προλόγους ἡμῶν.

Ε

ριπίδης
τὸ τί;
ἐγὼ πρίωμαι τῷδ᾽;

Διόνυσος
ἐὰν πείθῃ γ᾽ ἐμοί.

Ε

ριπίδης

1230
οὐ δῆτ᾽, ἐπεὶ πολλοὺς προλόγους ἕξω λέγειν
ἵν᾽ οὗτος οὐχ ἕξει προσάψαι ληκύθιον.
‘Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼν
θοαῖσιν ἵπποις’ —

Α

σχύλος
ληκύθιον ἀπώλεσεν.

Διόνυσος

ὁρᾷς, προσῆψεν αὖθις αὖ τὴν λήκυθον.
1235
ἀλλ᾽ ὦγάθ᾽ ἔτι καὶ νῦν ἀπόδος πάσῃ τέχνῃ:
λήψει γὰρ ὀβολοῦ πάνυ καλήν τε κἀγαθήν.

Ε

ριπίδης

μὰ τὸν Δί᾽ οὔπω γ᾽: ἔτι γὰρ εἰσί μοι συχνοί.
‘Οἰνεύς ποτ᾽ ἐκ γῆς’ —

Α

σχύλος
ληκύθιον ἀπώλεσεν.

Ε

ριπίδης

ἔασον εἰπεῖν πρῶθ᾽ ὅλον με τὸν στίχον.
1240
‘Οἰνεύς ποτ᾽ ἐκ γῆς πολύμετρον λαβὼν στάχυν
θύων ἀπαρχάς’ —

Α

σχύλος
ληκύθιον ἀπώλεσεν.

Διόνυσος

μεταξὺ θύων; καὶ τίς αὔθ᾽ ὑφείλετο;

Ε

ριπίδης

ἔα αὐτὸν ὦ τᾶν: πρὸς τοδὶ γὰρ εἰπάτω.
‘Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο’ —

Διόνυσος

1245
ἀπολεῖ σ᾽: ἐρεῖ γάρ, ‘ληκύθιον ἀπώλεσεν.’
τὸ ληκύθιον γὰρ τοῦτ᾽ ἐπὶ τοῖς προλόγοισί σου
ὥσπερ τὰ σῦκ᾽ ἐπὶ τοῖσιν ὀφθαλμοῖς ἔφυ.
ἀλλ᾽ ἐς τὰ μέλη πρὸς τῶν θεῶν αὐτοῦ τραποῦ.

Ε

ριπίδης

καὶ μὴν ἔχω γ᾽ οἷς αὐτὸν ἀποδείξω κακὸν
1250
μελοποιὸν ὄντα καὶ ποιοῦντα ταὔτ᾽ ἀεί.

Χορός

τί ποτε πρᾶγμα γενήσεται;
φροντίζειν γὰρ ἔγωγ᾽ ἔχω,
τίν᾽ ἄρα μέμψιν ἐποίσει
ἀνδρὶ τῷ πολὺ πλεῖστα δὴ
1255
καὶ κάλλιστα μέλη ποιήσαντι
τῶν μέχρι νυνί.
θαυμάζω γὰρ ἔγωγ᾽ ὅπῃ
μέμψεταί ποτε τοῦτον
τὸν Βακχεῖον ἄνακτα,
1260
καὶ δέδοιχ᾽ ὑπὲρ αὐτοῦ.

Ε

ριπίδης

πάνυ γε μέλη θαυμαστά: δείξει δὴ τάχα.
εἰς ἓν γὰρ αὐτοῦ πάντα τὰ μέλη ξυντεμῶ.

Διόνυσος

καὶ μὴν λογιοῦμαι ταῦτα τῶν ψήφων λαβών:

διαύλιον προσαυλεῖ τις

Other books

Depravity by Woodhead, Ian
Tuesdays at the Castle by Jessica Day George
Genital Grinder by Harding, Ryan
Love's Pursuit by Siri Mitchell
When Time Fails (Silverman Saga Book 2) by Marilyn Cohen de Villiers
Farmers & Mercenaries by Maxwell Alexander Drake
Where Shadows Dance by Harris, C.S.
Arrow of Time by Andersson, Lina