Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) (137 page)

ἕπου μετ᾽ ἐμοῦ παιδάριον, ἵνα πρὸς τὸν θεὸν
ἴωμεν.

Καρίων
ἔα τίς ἔσθ᾽ ὁ προσιὼν οὑτοσί;

Δίκαιος

825
ἀνὴρ πρότερον μὲν ἄθλιος, νῦν δ᾽ εὐτυχής.

Καρίων

δῆλον ὅτι τῶν χρηστῶν τις, ὡς ἔοικας, εἶ.

Δίκαιος

μάλιστ᾽.

Καρίων
ἔπειτα τοῦ δέει;

Δίκαιος
πρὸς τὸν θεὸν
ἥκω: μεγάλων γάρ μοὐστὶν ἀγαθῶν αἴτιος.
ἐγὼ γὰρ ἱκανὴν οὐσίαν παρὰ τοῦ πατρὸς
830
λαβὼν ἐπήρκουν τοῖς δεομένοις τῶν φίλων,
εἶναι νομίζων χρήσιμον πρὸς τὸν βίον.

Καρίων

ἦ πού σε ταχέως ἐπέλιπεν τὰ χρήματα.

Δίκαιος

κομιδῇ μὲν οὖν.

Καρίων
οὐκοῦν μετὰ ταῦτ᾽ ἦσθ᾽ ἄθλιος.

Δίκαιος

κομιδῇ μὲν οὖν. κἀγὼ μὲν ᾤμην οὓς τέως
835
εὐηργέτησα δεομένους ἕξειν φίλους
ὄντως βεβαίους, εἰ δεηθείην ποτέ:
οἱ δ᾽ ἐξετρέποντο κοὐκ ἐδόκουν ὁρᾶν μ᾽ ἔτι.

Καρίων

καὶ κατεγέλων δ᾽ εὖ οἶδ᾽ ὅτι.

Δίκαιος
κομιδῇ μὲν οὖν:
αὐχμὸς γὰρ ὢν τῶν σκευαρίων μ᾽ ἀπώλεσεν.

Καρίων

840
ἀλλ᾽ οὐχὶ νῦν.

Δίκαιος
ἀνθ᾽ ὧν ἐγὼ πρὸς τὸν θεὸν
προσευξόμενος ἥκω δικαίως ἐνθάδε.

Καρίων

τὸ τριβώνιον δὲ τί δύναται πρὸς τῶν θεῶν,
ὃ φέρει μετὰ σοῦ τὸ παιδάριον τουτί; φράσον.

Δίκαιος

καὶ τοῦτ᾽ ἀναθήσων ἔρχομαι πρὸς τὸν θεόν.

Καρίων

845
μῶν οὖν ἐμυήθης δῆτ᾽ ἐν αὐτῷ τὰ μεγάλα;

Δίκαιος

οὐκ ἀλλ᾽ ἐνερρίγωσ᾽ ἔτη τριακαίδεκα.

Καρίων

τὰ δ᾽ ἐμβάδια;

Δίκαιος
καὶ ταῦτα συνεχειμάζετο.

Καρίων

καὶ ταῦτ᾽ ἀναθήσων ἔφερες οὖν;

Δίκαιος
νὴ τὸν Δία.

Καρίων

χαρίεντά γ᾽ ἥκεις δῶρα τῷ θεῷ φέρων.

Συκοφάντης

850
οἴμοι κακοδαίμων, ὡς ἀπόλωλα δείλαιος,
καὶ κακοδαίμων καὶ τετράκις καὶ πεντάκις
καὶ δωδεκάκις καὶ μυριάκις: ἰοὺ ἰού.
οὕτω πολυφόρῳ συγκέκραμαι δαίμονι.

Καρίων

Ἄπολλον ἀποτρόπαιε καὶ θεοὶ φίλοι,
855
τί ποτ᾽ ἐστὶν ὅ τι πέπονθεν ἅνθρωπος κακόν;

Συκοφάντης

οὐ γὰρ σχέτλια πέπονθα νυνὶ πράγματα,
ἀπολωλεκὼς ἅπαντα τἀκ τῆς οἰκίας
διὰ τὸν θεὸν τοῦτον, τὸν ἐσόμενον τυφλὸν
πάλιν αὖθις, ἤνπερ μὴ ‘λλίπωσιν αἱ δίκαι;

Δίκαιος

860
ἐγὼ σχεδὸν τὸ πρᾶγμα γιγνώσκειν δοκῶ.
προσέρχεται γάρ τις κακῶς πράττων ἀνήρ,
ἔοικε δ᾽ εἶναι τοῦ πονηροῦ κόμματος.

Καρίων

νὴ Δία καλῶς τοίνυν ποιῶν ἀπόλλυται.

Συκοφάντης

ποῦ ποῦ ‘σθ᾽ ὁ μόνος ἅπαντας ἡμᾶς πλουσίους
865
ὑποσχόμενος οὗτος ποιήσειν εὐθέως,
εἰ πάλιν ἀναβλέψειεν ἐξ ἀρχῆς; ὁ δὲ
πολὺ μᾶλλον ἐνίους ἐστὶν ἐξολωλεκώς.

Καρίων

καὶ τίνα δέδρακε δῆτα τοῦτ᾽;

Συκοφάντης
ἐμὲ τουτονί.

Καρίων

ἦ τῶν πονηρῶν ἦσθα καὶ τοιχωούχων;

Συκοφάντης

870
μὰ Δί᾽ οὐ μὲν οὖν ἔσθ᾽ ὑγιὲς ὑμῶν οὐδενός,
κοὐκ ἔσθ᾽ ὅπως οὐκ ἔχετέ μου τὰ χρήματα.

Καρίων

ὡς σοβαρὸς ὦ Δάματερ εἰσελήλυθεν
ὁ συκοφάντης. δῆλον ὅτι βουλιμιᾷ.

Συκοφάντης

σὺ μὲν εἰς ἀγορὰν ἰὼν ταχέως οὐκ ἂν φθάνοις:
875
ἐπὶ τοῦ τροχοῦ γὰρ δεῖ σ᾽ ἐκεῖ στρεβλούμενον
εἰπεῖν ἃ πεπανούργηκας.

Καρίων
οἰμώξἄρα σύ.

Δίκαιος

νὴ τὸν Δία τὸν σωτῆρα πολλοῦ γ᾽ ἄξιος
ἅπασι τοῖς Ἕλλησιν ὁ θεός ἐσθ᾽ ὅτι
τοὺς συκοφάντας ἐξολεῖ κακοὺς κακῶς.

Συκοφάντης

880
οἴμοι τάλας: μῶν καὶ σὺ μετέχων καταγελᾷς;
ἐπεὶ πόθεν θοἰμάτιον εἴληφας τοδί;
ἐχθὲς δ᾽ ἔχοντ᾽ εἶδόν σ᾽ ἐγὼ τριβώνιον.

Δίκαιος

οὐδὲν προτιμῶ σου. φορῶ γὰρ πριάμενος
τὸν δακτύλιον τονδὶ παρ᾽ Εὐδάμου δραχμῆς.

Καρίων

885
† ἀλλ᾽ οὐκ ἔνεστι συκοφάντου δήγματος.†

Συκοφάντης

ἆρ᾽ οὐχ ὕβρις ταῦτ᾽ ἐστὶ πολλή; σκώπτετον,
ὅ τι δὲ ποιεῖτον ἐνθάδ᾽ οὐκ εἰρήκατον.
οὐκ ἐπ᾽ ἀγαθῷ γὰρ ἐνθάδ᾽ ἐστὸν οὐδενί.

Δίκαιος

μὰ τὸν Δί᾽ οὔκουν τῷ γε σῷ, σάφ᾽ ἴσθ᾽ ὅτι.

Συκοφάντης

890
ἀπὸ τῶν ἐμῶν γὰρ ναὶ μὰ Δία δειπνήσετον.

Καρίων

ὡς δὴ ‘π᾽ ἀληθείᾳ σὺ μετὰ τοῦ μάρτυρος
διαρραγείης μηδενός γ᾽ ἐμπλήμενος.

Συκοφάντης

ἀρνεῖσθον; ἔνδον ἐστὶν ὦ μιαρωτάτω
πολὺ χρῆμα τεμαχῶν καὶ κρεῶν ὠπτημένων.
895
ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ.

Καρίων

κακόδαιμον ὀσφραίνει τι;

Δίκαιος
τοῦ ψύχους γ᾽ ἴσως
ἐπεὶ τοιοῦτόν γ᾽ ἀμπέχεται τριβώνιον.

Συκοφάντης

ταῦτ᾽ οὖν ἀνασχέτ᾽ ἐστὶν ὦ Ζεῦ καὶ θεοί,
τούτους ὑβρίζειν εἰς ἔμ᾽; οἴμ᾽ ὡς ἄχθομαι
900
ὅτι χρηστὸς ὢν καὶ φιλόπολις πάσχω κακῶς.

Δίκαιος

σὺ φιλόπολις καὶ χρηστός;

Συκοφάντης
ὡς οὐδείς γ᾽ ἀνήρ.

Δίκαιος

καὶ μὴν ἐπερωτηθεὶς ἀπόκριναί μοι.

Συκοφάντης
τὸ τί;

Δίκαιος

γεωργὸς εἶ;

Συκοφάντης
μελαγχολᾶν μ᾽ οὕτως οἴει;

Δίκαιος

ἀλλ᾽ ἔμπορος;

Συκοφάντης
ναί, σκήπτομαί γ᾽, ὅταν τύχω.

Δίκαιος

905
τί δαί; τέχνην τιν᾽ ἔμαθες;

Συκοφάντης
οὐ μὰ τὸν Δία.

Δίκαιος

πῶς οὖν διέζης ἢ πόθεν μηδὲν ποιῶν;

Συκοφάντης

τῶν τῆς πόλεώς εἰμ᾽ ἐπιμελητὴς πραγμάτων
καὶ τῶν ἰδίων πάντων.

Δίκαιος
σύ; τί μαθών;

Συκοφάντης
βούλομαι.

Δίκαιος

πῶς οὖν ἂν εἴης χρηστὸς ὦ τοιχωρύχε,
910
εἴ σοι προσῆκον μηδὲν εἶτ᾽ ἀπεχθάνει;

Συκοφάντης

οὐ γὰρ προσήκει τὴν ἐμαυτοῦ μοι πόλιν
εὐεργετεῖν ὦ κέπφε καθ᾽ ὅσον ἂν σθένω;

Δίκαιος

εὐεργετεῖν οὖν ἐστι τὸ πολυπραγμονεῖν;

Συκοφάντης

τὸ μὲν οὖν βοηθεῖν τοῖς νόμοις τοῖς κειμένοις
915
καὶ μὴ ‘πιτρέπειν ἐάν τις ἐξαμαρτάνῃ.

Δίκαιος

οὔκουν δικαστὰς ἐξεπίτηδες ἡ πόλις
ἄρχειν καθίστησιν;

Συκοφάντης
κατηγορεῖ δὲ τίς;

Δίκαιος

ὁ βουλόμενος.

Συκοφάντης
οὐκοῦν ἐκεῖνός εἰμ᾽ ἐγώ,
ὥστ᾽ εἰς ἔμ᾽ ἥκει τῆς πόλεως τὰ πράγματα.

Δίκαιος

920
νὴ Δία πονηρόν γ᾽ ἆρα προστάτην ἔχει.
ἐκεῖνο δ᾽ οὐ βούλοι᾽ ἄν, ἡσυχίαν ἔχων
ζῆν ἀργός;

Συκοφάντης
ἀλλὰ προβατίου βίον λέγεις,
εἰ μὴ φανεῖται διατριβή τις τῷ βίῳ.

Δίκαιος

οὐδ᾽ ἂν μεταμάθοις;

Συκοφάντης
οὐδ᾽ ἂν εἰ δοίης γέ μοι
925
τὸν Πλοῦτον αὐτὸν καὶ τὸ Βάττου σίλφιον.

Δίκαιος

κατάθου ταχέως θοἰμάτιον.

Καρίων
οὗτος, σοὶ λέγει.

Δίκαιος

ἔπειθ᾽ ὑπόλυσαι.

Καρίων
ταῦτα πάντα σοὶ λέγει.

Συκοφάντης

καὶ μὴν προσελθέτω πρὸς ἔμ᾽ ὑμῶν ἐνθαδὶ
ὁ βουλόμενος.

Καρίων
οὐκοῦν ἐκεῖνός εἰμ᾽ ἐγώ.

Συκοφάντης

930
οἴμοι τάλας ἀποδύομαι μεθ᾽ ἡμέραν.

Καρίων

σὺ γὰρ ἀξιοῖς τἀλλότρια πράττων ἐσθίειν.

Συκοφάντης

ὁρᾷς ἃ ποιεῖς; ταῦτ᾽ ἐγὼ μαρτύρομαι.

Δίκαιος

ἀλλ᾽ οἴχεται φεύγων ὃν ἦγες μάρτυρα.

Συκοφάντης

οἴμοι περιείλημμαι μόνος.

Καρίων
νυνὶ βοᾷς;

Συκοφάντης

935
οἴμοι μάλ᾽ αὖθις.

Καρίων
δὸς σύ μοι τὸ τριβώνιον,
ἵν᾽ ἀμφιέσω τὸν συκοφάντην τουτονί.

Δίκαιος

μὴ δῆθ᾽: ἱερὸν γάρ ἐστι τοῦ Πλούτου πάλαι.

Καρίων

ἔπειτα ποῦ κάλλιον ἀνατεθήσεται
ἢ περὶ πονηρὸν ἄνδρα καὶ τοιχωρύχον;
940
Πλοῦτον δὲ κοσμεῖν ἱματίοις σεμνοῖς πρέπει.

Δίκαιος

τοῖς δ᾽ ἐμβαδίοις τί χρήσεταί τις; εἰπέ μοι.

Καρίων

καὶ ταῦτα πρὸς τὸ μέτωπον αὐτίκα δὴ μάλα
ὥσπερ κοτίνῳ προσπατταλεύσω τουτῳί.

Συκοφάντης

ἄπειμι: γιγνώσκω γὰρ ἥττων ὢν πολὺ
945
ὑμῶν: ἐὰν δὲ σύζυγον λάβω τινὰ
καὶ σύκινον, τοῦτον τὸν ἰσχυρὸν θεὸν
ἐγὼ ποιήσω τήμερον δοῦναι δίκην,
ὁτιὴ καταλύει περιφανῶς εἶς ὢν μόνος
τὴν δημοκρατίαν, οὔτε τὴν βουλὴν πιθὼν
950
τὴν τῶν πολιτῶν οὔτε τὴν ἐκκλησίαν.

Δίκαιος

καὶ μὴν ἐπειδὴ τὴν πανοπλίαν τὴν ἐμὴν
ἔχων βαδίζεις, ἐς τὸ βαλανεῖον τρέχε:
ἔπειτ᾽ ἐκεῖ κορυφαῖος ἑστηκὼς θέρου.
κἀγὼ γὰρ εἶχον τὴν στάσιν ταύτην ποτέ.

Καρίων

955
ἀλλ᾽ ὁ βαλανεὺς ἕλξει θύραζ᾽ αὐτὸν λαβὼν
τῶν ὀρχιπέδων: ἰδὼν γὰρ αὐτὸν γνώσεται
ὅτι ἔστ᾽ ἐκείνου τοῦ πονηροῦ κόμματος.
νὼ δ᾽ εἰσίωμεν, ἵνα προσεύξῃ τὸν θεόν.

Χορο

Γρα

ς

ἆρ᾽ ὦ φίλοι γέροντες ἐπὶ τὴν οἰκίαν
960
ἀφίγμεθ᾽ ὄντως τοῦ νέου τούτου θεοῦ,
ἢ τῆς ὁδοῦ τὸ παράπαν ἡμαρτήκαμεν;

Χορός

ἀλλ᾽ ἴσθ᾽ ἐπ᾽ αὐτὰς τὰς θύρας ἀφιγμένη
ὦ μειρακίσκη: πυνθάνει γὰρ ὡρικῶς.

Γρα

ς

φέρε νυν ἐγὼ τῶν ἔνδοθεν καλέσω τινά.

Χρεμύλος

965
μὴ δῆτ᾽: ἐγὼ γὰρ αὐτὸς ἐξελήλυθα.
ἀλλ᾽ ὅ τι μάλιστ᾽ ἐλήλυθας λέγειν σ᾽ ἐχρῆν.

Γρα

ς

πέπονθα δεινὰ καὶ παράνομ᾽ ὦ φίλτατε:
ἀφ᾽ οὗ γὰρ ὁ θεὸς οὗτος ἤρξατο βλέπειν,
ἀβίωτον εἶναί μοι πεποίηκε τὸν βίον.

Χρεμύλος

970
τί δ᾽ ἔστιν; ἦ που καὶ σὺ συκοφάντρια
εν ταῖς γυναιξὶν ἦσθα;

Γρα

ς
μὰ Δί᾽ ἐγὼ μὲν οὔ.

Χρεμύλος

ἀλλ᾽ οὐ λαχοῦσ᾽ ἔπινες ἐν τῷ γράμματι;

Γρα

ς

σκώπτεις: ἐγὼ δὲ κατακέκνισμαι δειλάκρα.

Χρεμύλος

οὔκουν ἐρεῖς ἀνύσασα τὸν κνισμὸν τίνα;

Γρα

ς

975
ἄκουέ νυν. ἦν μοί τι μειράκιον φίλον,
πενιχρὸν μέν, ἄλλως δ᾽ εὐπρόσωπον καὶ καλὸν
καὶ χρηστόν: εἰ γάρ του δεηθείην ἐγώ,
ἅπαντ᾽ ἐποίει κοσμίως μοι καὶ καλῶς:
ἐγὼ δ᾽ ἐκείνῳ πάντα ταῦθ᾽ ὑπηρέτουν.

Χρεμύλος

980
τί δ᾽ ἦν ὅ τι σου μάλιστ᾽ ἐδεῖθ᾽ ἑκάστοτε;

Γρα

ς

οὐ πολλά: καὶ γὰρ ἐκνομίως μ᾽ ᾐσχύνετο.
ἀλλ᾽ ἀργυρίου δραχμὰς ἂν ᾔτησ᾽ εἴκοσιν
εἰς ἱμάτιον, ὀκτὼ δ᾽ ἂν εἰς ὑποδήματα:
καὶ ταῖς ἀδελφαῖς ἀγοράσαι χιτώνιον
985
ἐκέλευσεν ἂν τῇ μητρί θ᾽ ἱματίδιον:
πυρῶν τ᾽ ἂν ἐδεήθη μεδίμνων τεττάρων.

Χρεμύλος

οὐ πολλὰ τοίνυν μὰ τὸν Ἀπόλλω ταῦτά γε
εἴρηκας, ἀλλὰ δῆλον ὅτι σ᾽ ᾐχύνετο.

Γρα

ς

καὶ ταῦτα τοίνυν οὐχ ἕνεκα μισητίας
990
αἰτεῖν μ᾽ ἔφασκεν, ἀλλὰ φιλίας οὕνεκα,
ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου.

Χρεμύλος

λέγεις ἐρῶντ᾽ ἄνθρωπον ἐκνομιώτατα.

Γρα

ς

ἀλλ᾽ οὐχὶ νῦν ὁ βδελυρὸς ἔτι τὸν νοῦν ἔχει
τὸν αὐτόν, ἀλλὰ πολὺ μεθέστηκεν πάνυ.
995
ἐμοῦ γὰρ αὐτῷ τὸν πλακοῦντα τουτονὶ
καὶ τἄλλα τἀπὶ τοῦ πίνακος τραγήματα
ἐπόντα πεμψάσης ὑπειπούσης θ᾽ ὅτι
εἰς ἑσπέραν ἥξοιμι —

Χρεμύλος
τί σ᾽ ἔδρασ᾽; εἰπέ μοι.

Γρα

ς

ἄμητα προσαπέπεμψεν ἡμῖν τουτονί,
1000
ἐφ᾽ ᾧ τ᾽ ἐκεῖσε μηδέποτέ μ᾽ ἐλθεῖν ἔτι,
καὶ πρὸς ἐπὶ τούτοις εἶπεν ἀποπέμπων ὅτι
‘ πάλαι ποτ᾽ ἦσαν ἄλκιμοι Μιλήσιοι.’

Χρεμύλος

δῆλον ὅτι τοὺς τρόπους τις οὐ μοχθηρὸς ἦν,
ἔπειτα πλουτῶν οὐκέθ᾽ ἥδεται φακῇ:
1005
πρὸ τοῦ δ᾽ ὑπὸ τῆς πενίας ἅπανθ᾽ ὑπήσθιεν.

Γρα

ς

καὶ μὴν πρὸ τοῦ γ᾽ ὁσημέραι νὴ τὼ θεὼ
ἐπὶ τὴν θύραν ἐβάδιζεν ἀεὶ τὴν ἐμήν.

Χρεμύλος

ἐπ᾽ ἐκφοράν;

Γρα

ς
μὰ Δί᾽ ἀλλὰ τῆς φωνῆς μόνον
ἐρῶν ἀκοῦσαι.

Χρεμύλος
τοῦ λαβεῖν μὲν οὖν χάριν.

Γρα

ς

1010
καὶ νὴ Δί᾽ εἰ λυπουμένην γ᾽ αἴσθοιτό με,
νηττάριον ἂν καὶ φάττιον ὑπεκορίζετο.

Χρεμύλος

ἔπειτ᾽ ἴσως ᾔτει σ᾽ ἂν εἰς ὑποδήματα.

Γρα

ς

μυστηρίοις δὲ τοῖς μεγάλοις ὀχουμένην
ἐπὶ τῆς ἁμάξης ὅτι προσέβλεψέν μέ τις,
1015
ἐτυπτόμην διὰ τοῦθ᾽ ὅλην τὴν ἡμέραν.
οὕτω σφόδρα ζηλότυπος ὁ νεανίσκος ἦν.

Χρεμύλος

μόνος γὰρ ἥδεθ᾽, ὡς ἔοικεν, ἐσθίων.

Γρα

ς

καὶ τάς γε χεῖρας παγκάλας ἔχειν μ᾽ ἔθη.

Χρεμύλος

ὁπότε προτείνοιέν γε δραχμὰς εἴκοσιν.

Γρα

ς

1020
ὄζειν τε τῆς χρόας ἔφασκεν ἡδύ μου.

Χρεμύλος

εἰ Θάσιον ἐνέχεις, εἰκότως γε νὴ Δία.

Γρα

ς

τὸ βλέμμα θ᾽ ὡς ἔχοιμι μαλακὸν καὶ καλόν.

Other books

Alpine Gamble by Mary Daheim
Here's a Penny by Carolyn Haywood
Darkness Comes by A.C. Warneke
Vernon Downs by Jaime Clarke
Love Inspired November 2014 #2 by Lorraine Beatty, Allie Pleiter
Small World by Tabitha King
Urban Gothic by Keene, Brian
What Happens in London by Julia Quinn