Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) (66 page)

The Theatre of Dionysus in Athens, where many of Aristophanes’ comedies were first performed

The plan of an ancient theatre

LIST OF GREEK TEXTS

In this section of the eBook, readers can view the original Greek texts of Aristophanes’ works. You may wish to Bookmark this page for future reference.

CONTENTS

THE ACHARNIANS

THE KNIGHTS

THE CLOUDS

THE WASPS

PEACE

THE BIRDS

LYSISTRATA

THE WOMEN CELEBRATING THE THESMOPHORIA

THE FROGS

THE ASSEMBLYWOMEN

WEALTH

 

THE ACHARNIANS

Δικαιόπολις
ὅσα δὴ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν,
ἥσθην δὲ βαιά, πάνυ δὲ βαιά, τέτταρα·
ἃ δ᾽ ὠδυνήθην, ψαμμακοσιογάργαρα.
φέρ᾽ ἴδω, τί δ᾽ ἥσθην ἄξιον χαιρηδόνος;
ἐγᾦδ᾽ ἐφ᾽ ᾧ γε τὸ κέαρ ηὐφράνθην ἰδών, 5
τοῖς πέντε ταλάντοις οἷς Κλέων ἐξήμεσεν.
ταῦθ᾽ ὡς ἐγανώθην, καὶ φιλῶ τοὺς ἱππέας
διὰ τοῦτο τοὔργον· ἄξιον γὰρ Ἑλλάδι.
ἀλλ᾽ ὠδυνήθην ἕτερον αὖ τραγῳδικόν,
ὅτε δὴ ᾽κεχήνη προσδοκῶν τὸν Αἰσχύλον, 10
ὁ δ᾽ ἀνεῖπεν, εἴσαγ᾽ ὦ Θέογνι τὸν χορόν.
πῶς τοῦτ᾽ ἔσεισέ μου δοκεῖς τὴν καρδίαν;
ἀλλ᾽ ἕτερον ἥσθην, ἡνίκ᾽ ἐπὶ Μόσχῳ ποτὲ
Δεξίθεος εἰσῆλθ᾽ ᾀσόμενος Βοιώτιον.
τῆτες δ᾽ ἀπέθανον καὶ διεστράφην ἰδών, 15
ὅτε δὴ παρέκυψε Χαῖρις ἐπὶ τὸν ὄρθιον.
ἀλλ᾽ οὐδεπώποτ᾽ ἐξ ὅτου ᾽γὼ ῥύπτομαι
οὕτως ἐδήχθην ὑπὸ κονίας τὰς ὀφρῦς
ὡς νῦν, ὁπότ᾽ οὔσης κυρίας ἐκκλησίας
ἑωθινῆς ἔρημος ἡ πνὺξ αὑτηί, 20
οἱ δ᾽ ἐν ἀγορᾷ λαλοῦσι κἄνω καὶ κάτω
τὸ σχοινίον φεύγουσι τὸ μεμιλτωμένον.
οὐδ᾽ οἱ πρυτάνεις ἥκουσιν, ἀλλ᾽ ἀωρίαν
ἥκοντες, εἶτα δ᾽ ὠστιοῦνται πῶς δοκεῖς
ἐλθόντες ἀλλήλοισι περὶ πρώτου ξύλου, 25
ἁθρόοι καταρρέοντες· εἰρήνη δ᾽ ὅπως
ἔσται προτιμῶσ᾽ οὐδέν· ὦ πόλις πόλις.
ἐγὼ δ᾽ ἀεὶ πρώτιστος εἰς ἐκκλησίαν
νοστῶν κάθημαι· κᾆτ᾽ ἐπειδὰν ὦ μόνος,
στένω κέχηνα σκορδινῶμαι πέρδομαι, 30
ἀπορῶ γράφω παρατίλλομαι λογίζομαι,
ἀποβλέπων ἐς τὸν ἀγρὸν εἰρήνης ἐρῶν,
στυγῶν μὲν ἄστυ τὸν δ᾽ ἐμὸν δῆμον ποθῶν,
ὃς οὐδεπώποτ᾽ εἶπεν, ἄνθρακας πρίω,
οὐκ ὄξος οὐκ ἔλαιον, οὐδ᾽ ᾔδει “πρίω,” 35
ἀλλ᾽ αὐτὸς ἔφερε πάντα χὠ πρίων ἀπῆν.
νῦν οὖν ἀτεχνῶς ἥκω παρεσκευασμένος
βοᾶν ὑποκρούειν λοιδορεῖν τοὺς ῥήτορας,
ἐάν τις ἄλλο πλὴν περὶ εἰρήνης λέγῃ.
ἀλλ᾽ οἱ πρυτάνεις γὰρ οὑτοιὶ μεσημβρινοί. 40
οὐκ ἠγόρευον; τοῦτ᾽ ἐκεῖν᾽ οὑγὼ ᾽λεγον·
ἐς τὴν προεδρίαν πᾶς ἀνὴρ ὠστίζεται.

Κῆρυξ
           πάριτ᾽ ἐς τὸ πρόσθεν,
πάριθ᾽, ὡς ἂν ἐντὸς ἦτε τοῦ καθάρματος.

Ἀμφίθεος
ἤδη τις εἶπε; 45

Κῆρ.   τίς ἀγορεύειν βούλεται;

Ἀμφ.  ἐγώ.

Κῆρ.   τίς ὤν;

Ἀμφ.  Ἀμφίθεος.

Κῆρ.   οὐκ ἄνθρωπος;

Ἀμφ.  οὔ,
ἀλλ᾽ ἀθάνατος. ὁ γὰρ Ἀμφίθεος Δήμητρος ἦν
καὶ Τριπτολέμου· τούτου δὲ Κελεὸς γίγνεται·
γαμεῖ δὲ Κελεὸς Φαιναρέτην τήθην ἐμήν,
ἐξ ἧς Λυκῖνος ἐγένε᾽· ἐκ τούτου δ᾽ ἐγὼ 50
ἀθάνατός εἰμ᾽· ἐμοὶ δ᾽ ἐπέτρεψαν οἱ θεοὶ
σπονδὰς ποιεῖσθαι πρὸς Λακεδαιμονίους μόνῳ.
ἀλλ᾽ ἀθάνατος ὢν ὦνδρες ἐφόδι᾽ οὐκ ἔχω·
οὐ γὰρ διδόασιν οἱ πρυτάνεις.

Κῆρ.   οἱ τοξόται.

Ἀμφ:  ὦ Τριπτόλεμε καὶ Κελεὲ περιόψεσθέ με;  55

Δικ.:
ὦνδρες πρυτάνεις ἀδικεῖτε τὴν ἐκκλησίαν
τὸν ἄνδρ᾽ ἀπάγοντες, ὅστις ἡμῖν ἤθελε
σπονδὰς ποιεῖσθαι καὶ κρεμάσαι τὰς ἀσπίδας.

Κῆρ.   κάθησο, σῖγα.

Δικ.:   μὰ τὸν Ἀπόλλω ᾽γὼ μὲν οὔ,
ἢν μὴ περὶ εἰρήνης γε πρυτανεύσητέ μοι. 60

Κῆρ.   οἱ πρέσβεις οἱ παρὰ βασιλέως.

Δικ.:   ποίου βασιλέως; ἄχθομαι ᾽γὼ πρέσβεσιν
καὶ τοῖς ταὧσι τοῖς τ᾽ ἀλαζονεύμασιν.

Κῆρ.   σίγα.

Δικ.:   βαβαιάξ. ὦκβάτανα τοῦ σχήματος.

Πρέσβυς
ἐπέμψαθ᾽ ἡμᾶς ὡς βασιλέα τὸν μέγαν 65
μισθὸν φέροντας δύο δραχμὰς τῆς ἡμέρας
ἐπ᾽ Εὐθυμένους ἄρχοντος.

Δικ.:   οἴμοι τῶν δραχμῶν.

Πρ.:    καὶ δῆτ᾽ ἐτρυχόμεσθα διὰ Καϋστρίων
πεδίων ὁδοιπλανοῦντες ἐσκηνημένοι,
ἐφ᾽ ἁρμαμαξῶν μαλθακῶς κατακείμενοι,  70
ἀπολλύμενοι.

Δικ.:   σφόδρα γὰρ ἐσῳζόμην ἐγὼ
παρὰ τὴν ἔπαλξιν ἐν φορυτῷ κατακείμενος.

Πρ.:    ξενιζόμενοι δὲ πρὸς βίαν ἐπίνομεν
ἐξ ὑαλίνων ἐκπωμάτων καὶ χρυσίδων
ἄκρατον οἶνον ἡδύν. 75

Δικ.:   ὦ Κραναὰ πόλις
ἆρ᾽ αἰσθάνει τὸν κατάγελων τῶν πρέσβεων;

Πρ.:    οἱ βάρβαροι γὰρ ἄνδρας ἡγοῦνται μόνους
τοὺς πλεῖστα δυναμένους καταφαγεῖν καὶ πιεῖν.

Δικ.:   ἡμεῖς δὲ λαικαστάς τε καὶ καταπύγονας.

Πρ.:    ἔτει τετάρτῳ δ᾽ ἐς τὰ βασίλει᾽ ἤλθομεν· 80
ἀλλ᾽ εἰς ἀπόπατον ᾤχετο στρατιὰν λαβών,
κἄχεζεν ὀκτὼ μῆνας ἐπὶ χρυσῶν ὀρῶν.

Δικ.:   πόσου δὲ τὸν πρωκτὸν χρόνου ξυνήγαγεν;

Πρ.:    τῇ πανσελήνῳ· κᾆτ᾽ ἀπῆλθεν οἴκαδε.
εἶτ᾽ ἐξένιζε· παρετίθει δ᾽ ἡμῖν ὅλους 85
ἐκ κριβάνου βοῦς.

Δικ.:   καὶ τίς εἶδε πώποτε
βοῦς κριβανίτας; τῶν ἀλαζονευμάτων.

Πρ.:    καὶ ναὶ μὰ Δί᾽ ὄρνιν τριπλάσιον Κλεωνύμου
παρέθηκεν ἡμῖν· ὄνομα δ᾽ ἦν αὐτῷ φέναξ.

Δικ.:   ταῦτ᾽ ἄρ ἐφενάκιζες σὺ δύο δραχμὰς φέρων. 90

Πρ.:    καὶ νῦν ἄγοντες ἥκομεν Ψευδαρτάβαν,
τὸν βασιλέως ὀφθαλμόν.

Δικ.:   ἐκκόψειέ γε
κόραξ πατάξας, τόν τε σὸν τοῦ πρέσβεως.

Κῆρ.   ὁ βασιλέως ὀφθαλμός.

Δικ.:   ὦναξ Ἡράκλεις.
πρὸς τῶν θεῶν ἄνθρωπε ναύφαρκτον βλέπεις; 95
ἢ περὶ ἄκραν κάμπτων νεώσοικον σκοπεῖς;
ἄσκωμ᾽ ἔχεις που περὶ τὸν ὀφθαλμὸν κάτω.

Πρ.:    ἄγε δὴ σὺ βασιλεὺς ἅττα σ᾽ ἀπέπεμψεν φράσον
λέξοντ᾽ Ἀθηναίοισιν ὦ Ψευδαρτάβα.

Ψευδαρτάβας
ἰαρταμὰν ἐξάρξαν ἀπισσόνα σάτρα. 100

Πρ.:    ξυνήκαθ᾽ ὃ λέγει;

Δικ.:   μὰ τὸν Ἀπόλλω ᾽γὼ μὲν οὔ.

Πρ.:    πέμψειν βασιλέα φησὶν ὑμῖν χρυσίον.
λέγε δὴ σὺ μεῖζον καὶ σαφῶς τὸ χρυσίον.
Ψευδαρτάβας
οὐ λῆψι χρῦσο χαυνόπρωκτ᾽ Ἰαοναῦ.

Δικ.:   οἴμοι κακοδαίμων ὡς σαφῶς. 105

Πρ.:    τί δ᾽ αὖ λέγει;

Δικ.:   ὅ τι; χαυνοπρώκτους τοὺς Ἰάονας λέγει,
εἰ προσδοκῶσι χρυσίον ἐκ τῶν βαρβάρων.

Πρ.:    οὔκ, ἀλλ᾽ ἀχάνας ὅδε γε χρυσίου λέγει.

Δικ.:   ποίας ἀχάνας; σὺ μὲν ἀλαζὼν εἶ μέγας.
ἀλλ᾽ ἄπιθ᾽· ἐγὼ δὲ βασανιῶ τοῦτον μόνος. 110
ἄγε δὴ σὺ φράσον ἐμοὶ σαφῶς πρὸς τουτονί,
ἵνα μή σε βάψω βάμμα Σαρδιανικόν·
βασιλεὺς ὁ μέγας ἡμῖν ἀποπέμψει χρυσίον; (ἀνανεύει.)
ἄλλως ἄρ᾽ ἐξαπατώμεθ᾽ ὑπὸ τῶν πρέσβεων; (ἐπινεύει.)
Ἑλληνικόν γ᾽ ἐπένευσαν ἅνδρες οὑτοιί, 115
κοὐκ ἔσθ᾽ ὅπως οὐκ εἰσὶν ἐνθένδ᾽ αὐτόθεν.
καὶ τοῖν μὲν εὐνούχοιν τὸν ἕτερον τουτονὶ
ἐγᾦδ᾽ ὅς ἐστι, Κλεισθένης ὁ Σιβυρτίου.
ὦ θερμόβουλον πρωκτὸν ἐξυρημένε,
τοιόνδε γ᾽ ὦ πίθηκε τὸν πώγων᾽ ἔχων
εὐνοῦχος ἡμῖν ἦλθες ἐσκευασμένος;  120
ὁδὶ δὲ τίς ποτ᾽ ἐστίν; οὐ δήπου Στράτων;

Κῆρ.   σίγα, κάθιζε.
τὸν βασιλέως ὀφθαλμὸν ἡ βουλὴ καλεῖ
ἐς τὸ πρυτανεῖον. 125

Δικ.:   ταῦτα δῆτ᾽ οὐχ ἀγχόνη;
κἄπειτ᾽ ἐγὼ δῆτ᾽ ἐνθαδὶ στραγγεύομαι;
τοὺς δὲ ξενίζειν οὐδέποτέ γ᾽ ἴσχει θύρα.
ἀλλ᾽ ἐργάσομαί τι δεινὸν ἔργον καὶ μέγα.
ἀλλ᾽ Ἀμφίθεός μοι ποῦ ᾽στιν;

Ἀμφ:  οὑτοσὶ πάρα.

Δικ.:   ἐμοὶ σὺ ταυτασὶ λαβὼν ὀκτὼ δραχμὰς  130
σπονδὰς ποίησαι πρὸς Λακεδαιμονίους μόνῳ
καὶ τοῖσι παιδίοισι καὶ τῇ πλάτιδι·
ὑμεῖς δὲ πρεσβεύεσθε καὶ κεχήνετε.

Κῆρ.   προσίτω Θέωρος ὁ παρὰ Σιτάλκους.
Θέωρος
ὁδί.

Δικ.:   ἕτερος ἀλαζὼν οὗτος ἐσκηρύττεται.  135
Θέωρος
χρόνον μὲν οὐκ ἂν ἦμεν ἐν Θρᾴκῃ πολύν —

Δικ.:   μὰ Δί᾽ οὐκ ἄν, εἰ μισθόν γε μὴ ᾽φερες πολύν.
Θέωρος
εἰ μὴ κατένειψε χιόνι τὴν Θρᾴκην ὅλην
καὶ τοὺς ποταμοὺς ἔπηξ᾽,
ὑπ᾽ αὐτὸν τὸν χρόνον,
ὅτ᾽ ἐνθαδὶ Θέογνις ἠγωνίζετο.  140
τοῦτον μετὰ Σιτάλκους ἔπινον τὸν χρόνον·
καὶ δῆτα φιλαθήναιος ἦν ὑπερφυῶς,
ὑμῶν τ᾽ ἐραστὴς ἦν ἀληθὴς ὥστε καὶ
ἐν τοῖσι τοίχοις ἔγραφ᾽, Ἀθηναῖοι καλοί.
ὁ δ᾽ υἱός, ὃν Ἀθηναῖον ἐπεποιήμεθα,  145
ἤρα φαγεῖν ἀλλᾶντας ἐξ Ἀπατουρίων,
καὶ τὸν πατέρ᾽ ἠντεβόλει βοηθεῖν τῇ πάτρᾳ·
ὁ δ᾽ ὤμοσε σπένδων βοηθήσειν ἔχων
στρατιὰν τοσαύτην ὥστ᾽ Ἀθηναίους ἐρεῖν,
ὅσον τὸ χρῆμα παρνόπων προσέρχεται. 150

Δικ.:   κάκιστ᾽ ἀπολοίμην, εἴ τι τούτων πείθομαι
ὧν εἶπας ἐνταυθοῖ σὺ πλὴν τῶν παρνόπων.
Θέωρος
καὶ νῦν ὅπερ μαχιμώτατον Θρᾳκῶν ἔθνος
ἔπεμψεν ὑμῖν.

Δικ.:   τοῦτο μέν γ᾽ ἤδη σαφές.

Κῆρ.   οἱ Θρᾷκες ἴτε δεῦρ᾽, οὓς Θέωρος ἤγαγεν. 155

Δικ.:   τουτὶ τί ἐστι τὸ κακόν;
Θέωρος
Ὀδομάντων στρατός.

Δικ.:   ποίων Ὀδομάντων; εἰπέ μοι τουτὶ τί ἦν;
τίς τῶν Ὀδομάντων τὸ πέος ἀποτεθρίακεν;
Θέωρος
τούτοις ἐάν τις δύο δραχμὰς μισθὸν διδῷ,
καταπελτάσονται τὴν Βοιωτίαν ὅλην. 160

Δικ.:   τοισδὶ δύο δραχμὰς τοῖς ἀπεψωλημένοις;
ὑποστένοι μέντἂν ὁ θρανίτης λεὼς
ὁ σωσίπολις. οἴμοι τάλας ἀπόλλυμαι,
ὑπὸ τῶν Ὀδομάντων τὰ σκόροδα πορθούμενος.
οὐ καταβαλεῖτε τὰ σκόροδ᾽; 165
Θέωρος
ὦ μόχθηρε σὺ
οὐ μὴ πρόσει τούτοισιν ἐσκοροδισμένοις.

Δικ.:   ταυτὶ περιείδεθ᾽ οἱ πρυτάνεις πάσχοντά με
ἐν τῇ πατρίδι καὶ ταῦθ᾽ ὑπ᾽ ἀνδρῶν βαρβάρων;
ἀλλ᾽ ἀπαγορεύω μὴ ποιεῖν ἐκκλησίαν
τοῖς Θρᾳξὶ περὶ μισθοῦ· λέγω δ᾽ ὑμῖν ὅτι  170
διοσημία ᾽στὶ καὶ ῥανὶς βέβληκέ με.

Κῆρ.   τοὺς Θρᾷκας ἀπιέναι, παρεῖναι δ᾽ εἰς ἔνην.
οἱ γὰρ πρυτάνεις λύουσι τὴν ἐκκλησίαν.

Δικ.:   οἴμοι τάλας μυττωτὸν ὅσον ἀπώλεσα.
ἀλλ᾽ ἐκ Λακεδαίμονος γὰρ Ἀμφίθεος ὁδί.  175
χαῖρ᾽ Ἀμφίθεε.

Ἀμφ:  μήπω γε πρίν γ᾽ ἂν στῶ τρέχων·
δεῖ γάρ με φεύγοντ᾽ ἐκφυγεῖν Ἀχαρνέας.

Δικ.:   τί δ᾽ ἔστ᾽;

Ἀμφ:  ἐγὼ μὲν δεῦρό σοι σπονδὰς φέρων
ἔσπευδον· οἱ δ᾽ ὤσφροντο πρεσβῦταί τινες
Ἀχαρνικοί, στιπτοὶ γέροντες πρίνινοι  180
ἀτεράμονες Μαραθωνομάχαι σφενδάμνινοι.
ἔπειτ᾽ ἀνέκραγον πάντες, ὦ μιαρώτατε
σπονδὰς φέρεις τῶν ἀμπέλων τετμημένων;
κἀς τοὺς τρίβωνας ξυνελέγοντο τῶν λίθων·
ἐγὼ δ᾽ ἔφευγον· οἱ δ᾽ ἐδίωκον κἀβόων. 185

Δικ.:   οἱ δ᾽ οὖν βοώντων· ἀλλὰ τὰς σπονδὰς φέρεις;

Ἀμφ:  ἔγωγέ φημι, τρία γε ταυτὶ γεύματα.
αὗται μέν εἰσι πεντέτεις. γεῦσαι λαβών.

Δικ.:   αἰβοῖ.

Ἀμφ:  τί ἔστιν;

Δικ.:   οὐκ ἀρέσκουσίν μ᾽ ὅτι
ὄζουσι πίττης καὶ παρασκευῆς νεῶν. 190

Ἀμφ:  σὺ δ᾽ ἀλλὰ τασδὶ τὰς δεκέτεις γεῦσαι λαβών.

Δικ.:   ὄζουσι χαὖται πρέσβεων ἐς τὰς πόλεις
ὀξύτατον ὥσπερ διατριβῆς τῶν ξυμμάχων.

Ἀμφ:  ἀλλ᾽ αὑταιὶ σπονδαὶ τριακοντούτιδες
κατὰ γῆν τε καὶ θάλατταν. 195

Δικ.:   ὦ Διονύσια,
αὗται μὲν ὄζουσ᾽ ἀμβροσίας καὶ νέκταρος
καὶ μὴ ᾽πιτηρεῖν σιτί᾽ ἡμερῶν τριῶν,
κἀν τῷ στόματι λέγουσι, βαῖν᾽ ὅπῃ θέλεις.
ταύτας δέχομαι καὶ σπένδομαι κἀκπίομαι,
χαίρειν κελεύων πολλὰ τοὺς Ἀχαρνέας.  200
ἐγὼ δὲ πολέμου καὶ κακῶν ἀπαλλαγεὶς
ἄξω τὰ κατ᾽ ἀγροὺς εἰσιὼν Διονύσια.

Ἀμφ:  ἐγὼ δὲ φευξοῦμαί γε τοὺς Ἀχαρνέας.

Χορός
τῇδε πᾶς ἕπου δίωκε καὶ τὸν ἄνδρα πυνθάνου
τῶν ὁδοιπόρων ἁπάντων· τῇ πόλει γὰρ ἄξιον 205
ξυλλαβεῖν τὸν ἄνδρα τοῦτον. ἀλλά μοι μηνύσατε,
εἴ τις οἶδ᾽ ὅποι τέτραπται γῆς ὁ τὰς σπονδὰς φέρων.
ἐκπέφευγ᾽, οἴχεται φροῦδος. οἴμοι τάλας
τῶν ἐτῶν τῶν ἐμῶν·  210
οὐκ ἂν ἐπ᾽ ἐμῆς γε νεότητος, ὅτ᾽ ἐγὼ φέρων ἀνθράκων φορτίον
ἠκολούθουν Φαΰλλῳ τρέχων, ὧδε φαύλως ἂν ὁ  215
σπονδοφόρος οὗτος ὑπ᾽ ἐμοῦ τότε διωκόμενος
ἐξέφυγεν οὐδ᾽ ἂν ἐλαφρῶς ἂν ἀπεπλίξατο.
νῦν δ᾽ ἐπειδὴ στερρὸν ἤδη τοὐμὸν ἀντικνήμιον,
καὶ παλαιῷ Λακρατείδῃ τὸ σκέλος βαρύνεται, 220
οἴχεται. διωκτέος δέ· μὴ γὰρ ἐγχάνῃ ποτὲ
μηδέ περ γέροντας ὄντας ἐκφυγὼν Ἀχαρνέας.
ὅστις ὦ Ζεῦ πάτερ καὶ θεοὶ τοῖσιν ἐχθροῖσιν ἐσπείσατο, 225
οἷσι παρ᾽ ἐμοῦ πόλεμος ἐχθοδοπὸς αὔξεται τῶν ἐμῶν χωρίων·
κοὐκ ἀνήσω πρὶν ἂν σχοῖνος αὐτοῖσιν ἀντεμπαγῶ 230
ὀξὺς ὀδυνηρὸς ... ἐπίκωπος, ἵνα
μήποτε πατῶσιν ἔτι τὰς ἐμὰς ἀμπέλους.
ἀλλὰ δεῖ ζητεῖν τὸν ἄνδρα καὶ βλέπειν βαλληνάδε
καὶ διώκειν γῆν πρὸ γῆς, ἕως ἂν εὑρεθῇ ποτέ·  235
ὡς ἐγὼ βάλλων ἐκεῖνον οὐκ ἂν ἐμπλῄμην λίθοις.

Δικ.:   εὐφημεῖτε, εὐφημεῖτε.

Χορ.:  σῖγα πᾶς. ἠκούσατ᾽ ἄνδρες ἆρα τῆς εὐφημίας;
οὗτος αὐτός ἐστιν ὃν ζητοῦμεν. ἀλλὰ δεῦρο πᾶς
ἐκποδών· θύσων γὰρ ἁνὴρ ὡς ἔοικ᾽ ἐξέρχεται. 240

Δικ.:   εὐφημεῖτε, εὐφημεῖτε.
προΐτω σ᾽ τὸ πρόσθεν ὀλίγον ἡ κανηφόρος·
ὁ Ξανθίας τὸν φαλλὸν ὀρθὸν στησάτω.
κατάθου τὸ κανοῦν ὦ θύγατερ, ἵν᾽ ἀπαρξώμεθα.
Θυγάτηρ
ὦ μῆτερ ἀνάδος δεῦρο τὴν ἐτνήρυσιν, 245
ἵν᾽ ἔτνος καταχέω τοὐλατῆρος τουτουί.

Δικ.:   καὶ μὴν καλόν γ᾽ ἔστ᾽· ὦ Διόνυσε δέσποτα
κεχαρισμένως σοι τήνδε τὴν πομπὴν ἐμὲ
πέμψαντα καὶ θύσαντα μετὰ τῶν οἰκετῶν
ἀγαγεῖν τυχηρῶς τὰ κατ᾽ ἀγροὺς Διονύσια, 250
στρατιᾶς ἀπαλλαχθέντα· τὰς σπονδὰς δέ μοι
καλῶς ξυνενεγκεῖν τὰς τριακοντούτιδας.
ἄγ᾽ ὦ θύγατερ ὅπως τὸ κανοῦν καλὴ καλῶς
οἴσεις βλέπουσα θυμβροφάγον. ὡς μακάριος
ὅστις σ᾽ ὀπύσει κἀκποιήσεται γαλᾶς 255
σοῦ μηδὲν ἥττους βδεῖν, ἐπειδὰν ὄρθρος ᾖ.
πρόβαινε, κἀν τὤχλῳ φυλάττεσθαι σφόδρα
μή τις λαθών σου περιτράγῃ τὰ χρυσία.
ὦ Ξανθία, σφῷν δ᾽ ἐστὶν ὀρθὸς ἑκτέος
ὁ φαλλὸς ἐξόπισθε τῆς κανηφόρου· 260
ἐγὼ δ᾽ ἀκολουθῶν ᾄσομαι τὸ φαλλικόν·
σὺ δ᾽ ὦ γύναι θεῶ μ᾽ ἀπὸ τοῦ τέγους. πρόβα.

Other books

Dance of Shadows by Black, Yelena
Come Juneteenth by Ann Rinaldi
The Winter Foundlings by Kate Rhodes
Mourn Not Your Dead by Deborah Crombie
Wonderful by Jill Barnett
The Book of the King by Chris Fabry, Chris Fabry