Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) (69 page)

Δικ.:   ἀγορᾶς τέλος ταύτην γέ που δώσεις ἐμοί·
ἀλλ᾽ εἴ τι πωλεῖς τῶνδε τῶν ἄλλων λέγε.
Βοιωτός
ἰώγα ταῦτα πάντα.

Δικ.:   φέρε πόσου λέγεις;
ἢ φορτί᾽ ἕτερ᾽ ἐνθένδ᾽ ἐκεῖσ᾽ ἄξεις ἰών;
Βοιωτός
ὅ τι γ᾽ ἔστ᾽ Ἀθάναις, ἐν Βοιωτοῖσιν δὲ μή. 900

Δικ.:   ἀφύας ἄρ᾽ ἄξεις πριάμενος Φαληρικὰς
ἢ κέραμον.
Βοιωτός
ἀφύας ἢ κέραμον; ἀλλ᾽ ἔντ᾽ ἐκεῖ·
ἀλλ᾽ ὅ τι παρ᾽ ἁμῖν μή ᾽στι, τᾷδε δ᾽ αὖ πολύ.

Δικ.:   ἐγᾦδα τοίνυν· συκοφάντην ἔξαγε,
ὥσπερ κέραμον ἐνδησάμενος. 905
Βοιωτός
νεὶ τὼ θιὼ
λάβοιμι μέντἂν κέρδος ἀγαγὼν καὶ πολύ,
περ πίθακον ἀλιτρίας πολλᾶς πλέων.

Δικ.:   καὶ μὴν ὁδὶ Νίκαρχος ἔρχεται φανῶν.
Βοιωτός
μικκός γα μᾶκος οὗτος.

Δικ.:   ἀλλ᾽ ἅπαν κακόν.
Νίκαρχος
ταυτὶ τίνος τὰ φορτί᾽ ἐστί; 910
Βοιωτός
τῶδ᾽ ἐμὰ
Θείβαθεν, ἴττω Δεύς.
Νίκ.:   ἐγὼ τοίνυν ὁδὶ
φαίνω πολέμια ταῦτα.
Βοιωτός
τί δὲ κακὸν παθὼν
ὀρναπετίοισι πόλεμον ἤρα καί μάχαν;
Νίκ.:   καὶ σέ γε φανῶ πρὸς τοῖσδε.
Βοιωτός
τί ἀδικείμενος;
Νίκ.:   ἐγὼ φράσω σοι τῶν περιεστώτων χάριν· 915
ἐκ τῶν πολεμίων γ᾽ εἰσάγεις θρυαλλίδας.

Δικ.:   ἔπειτα φαίνεις δῆτα διὰ θρυαλλίδα;
Νίκ.:   αὕτη γὰρ ἐμπρήσειεν ἂν τὸ νεώριον.

Δικ.:   νεώριον θρυαλλίς;
Νίκ.:   οἶμαι·

Δικ.:   τίνι τρόπῳ;
Νίκ.:   ἐνθεὶς ἂν ἐς τίφην ἀνὴρ Βοιώτιος 920
ἅψας ἄν ἐσπέμψειεν ἐς τὸ νεώριον
δι᾽ ὑδρορρόας, βορέαν ἐπιτηρήσας μέγαν.
κεἴπερ λάβοιτο τῶν νεῶν τὸ πῦρ ἅπαξ,
σελαγοῖντ᾽ ἂν εὐθύς.

Δικ.:   ὦ κάκιστ᾽ ἀπολούμενε,
σελαγοῖντ᾽ ἂν ὑπὸ τίφης τε καὶ θρυαλλίδος; 925
Νίκ.:   μαρτύρομαι.

Δικ.:   ξυλλάμβαν᾽ αὐτοῦ τὸ στόμα·
δός μοι φορυτόν, ἵν᾽ αὐτὸν ἐνδήσας φέρω
ὥσπερ κέραμον ἵνα μὴ καταγῇ φερόμενος.

Χορ.:  ἔνδησον ὦ βέλτιστε τῷ
ξένῳ καλῶς τὴν ἐμπολὴν 930
οὕτως ὅπως
ἂν μὴ θέρων κατάξῃ.

Δικ.:   ἐμοὶ μελήσει ταῦτ᾽, ἐπεί
τοι καὶ ψοφεῖ λάλον τι καὶ
πυρορραγὲς 935
κἄλλως θεοῖσιν ἐχθρόν.

Χορ.:  τί χρήσεταί ποτ᾽ αὐτῷ; 935

Δικ.:   πάγχρηστον ἄγγος ἔσται,
κρατὴρ κακῶν, τριπτὴρ δικῶν,
φαίνειν ὑπευθύνους λυχνοῦχος
καὶ κύλιξ —
καὶ πράγματ᾽ ἐγκυκᾶσθαι. 939β

Χορ.:  πῶς δ᾽ ἂν πεποιθοίη τις ἀγγείῳ 940
τοιούτῳ χρώμενος
κατ᾽ οἰκίαν
τοσόνδ᾽ ἀεὶ ψοφοῦντι;

Δικ.:   ἰσχυρόν ἐστιν ὦγάθ᾽, ὥστ᾽
οὐκ ἂν καταγείη ποτ᾽, εἴπερ 945
ἐκ ποδῶν
κατωκάρα κρέμαιτο. 945

Χορ.:  ἤδη καλῶς ἔχει σοι.
Βοιωτός
μέλλω γά τοι θερίδδειν.

Χορ.:  ἀλλ᾽ ὦ ξένων βέλτιστε συνθέριζε
καὶ τοῦτον λαβὼν
πρόσβαλλ᾽ ὅποι βούλει φέρων 950
πρὸς πάντα συκοφάντην.

Δικ.:   μόλις γ᾽ ἐνέδησα τὸν κακῶς ἀπολούμενον.
αἴρου λαβὼν τὸν κέραμον ὦ Βοιώτιε.
Βοιωτός
ὑπόκυπτε τὰν τύλαν ἰὼν Ἰσμήνιχε.

Δικ.:   χὤπως κατοίσεις αὐτὸν εὐλαβούμενος. 955
πάντως μὲν οἴσεις οὐδὲν ὑγιές, ἀλλ᾽ ὅμως·
κἂν τοῦτο κερδήνῃς ἄγων τὸ φορτίον,
εὐδαιμονήσεις συκοφαντῶν γ᾽ οὕνεκα.
Θεράπων Λαμάχου
Δικαιόπολι.Δικαιόπολις
τίς ἔστι; τί με βωστρεῖς;
Θεράπων Λαμάχου
ὅ τι; 960
ἐκέλευε Λάμαχός σε ταυτησὶ δραχμῆς
ἐς τοὺς Χοᾶς αὑτῷ μεταδοῦναι τῶν κιχλῶν,
τριῶν δραχμῶν δ᾽ ἐκέλευε Κωπᾷδ᾽ ἔγχελυν.

Δικ.:   ὁ ποῖος οὗτος Λάμαχος τὴν ἔγχελυν;
Θεράπων Λαμάχου
ὁ δεινός, ὁ ταλαύρινος, ὃς τὴν Γοργόνα
πάλλει κραδαίνων τρισὶ κατάσκιος λόφοις. 965

Δικ.:   οὐκ ἂν μὰ Δί᾽ εἰ δοίη γέ μοι τὴν ἀσπίδα·
ἀλλ᾽ ἐπὶ ταρίχει τοὺς λόφους κραδαινέτω·
ἢν δ᾽ ἀπολιγαίνῃ, τοὺς ἀγορανόμους καλῶ.
ἐγὼ δ᾽ ἐμαυτῷ τόδε λαβὼν τὸ φορτίον
εἴσειμ᾽ ὑπαὶ πτερύγων κιχλᾶν καὶ κοψίχων. 970

Χορ.:  εἶδες ὦ εἶδες ὦ πᾶσα πόλι τὸν φρόνιμον ἄνδρα τὸν ὑπέρσοφον,
οἷ᾽ ἔχει σπεισάμενος ἐμπορικὰ χρήματα διεμπολᾶν,
ὧν τὰ μὲν ἐν οἰκίᾳ χρήσιμα, τὰ δ᾽ αὖ πρέπει χλιαρὰ κατεσθίειν. 975
αὐτόματα πάντ᾽ ἀγαθὰ τῷδέ γε πορίζεται.
οὐδέποτ᾽ ἐγὼ Πόλεμον οἴκαδ᾽ ὑποδέξομαι,
οὐδὲ παρ᾽ ἐμοί ποτε τὸν Ἁρμόδιον ᾄσεται 980
ξυγκατακλινείς, ὅτι παροινικὸς ἀνὴρ ἔφυ,
ὅστις ἐπὶ πάντ᾽ ἀγάθ᾽ ἔχοντας ἐπικωμάσας
ἠργάσατο πάντα κακά, κἀνέτρεπε κἀξέχει
κἀμάχετο καὶ προσέτι πολλὰ προκαλουμένου
᾽πῖνε κατάκεισο λαβὲ τήνδε φιλοτησίαν᾽ 985
τὰς χάρακας ἧπτε πολὺ μᾶλλον ἐν τῷ πυρί,
ἐξέχει θ᾽ ἡμῶν βίᾳ τὸν οἶνον ἐκ τῶν ἀμπέλων.

Χορ.:  <οὑτοσὶ δ᾽> ἐπτέρωταί τ᾽ ἐπὶ τὸ δεῖπνον ἅμα καὶ μεγάλα δὴ φρονεῖ,
τοῦ βίου δ᾽ ἐξέβαλε δεῖγμα <τάδε> τὰ πτερὰ πρὸ τῶν θυρῶν.
ὦ Κύπριδι τῇ καλῇ καὶ Χάρισι ταῖς φίλαις ξύντροφε Διαλλαγή, 990
ὡς καλὸν ἔχουσα τὸ πρόσωπον ἄρ᾽ ἐλάνθανες.
πῶς ἂν ἐμὲ καὶ σέ τις Ἔρως ξυναγάγοι λαβών,
ὥσπερ ὁ γεγραμμένος ἔχων στέφανον ἀνθέμων.
ἢ πάνυ γερόντιον ἴσως νενόμικάς με σύ;
ἀλλά σε λαβὼν τρία δοκῶ γ᾽ ἂν ἔτι προσβαλεῖν·
πρῶτα μὲν ἂν ἀμπελίδος ὄρχον ἐλάσαι μακρόν, 995
εἶτα παρὰ τόνδε νέα μοσχίδια συκίδων,
καὶ τὸ τρίτον ἡμερίδος ὄρχον, ὁ γέρων ὁδί,
καὶ περὶ τὸ χωρίον ἐλᾷδας ἅπαν ἐν κύκλῳ,
ὥστ᾽ ἀλείφεσθαί σ᾽ ἀπ᾽ αὐτῶν κἀμὲ ταῖς νουμηνίαις.

Κῆρ.   ἀκούετε λεᾐ· κατὰ τὰ πάτρια τοὺς Χοᾶς 1000
πίνειν ὑπὸ τῆς σάλπιγγος· ὃς δ᾽ ἂν ἐκπίῃ
πρώτιστος, ἀσκὸν Κτησιφῶντος λήψεται.

Δικ.:   ὦ παῖδες ὦ γυναῖκες οὐκ ἠκούσατε;
τί δρᾶτε; τοῦ κήρυκος οὐκ ἀκούετε;
ἀναβράττετ᾽ ἐξοπτᾶτε τρέπετ᾽ ἀφέλκετε 1005
τὰ λαγῷα ταχέως, τοὺς στεφάνους ἀνείρετε.
φέρε τοὺς ὀβελίσκους, ἵν᾽ ἀναπείρω τὰς κίχλας.

Χορ.:  ζηλῶ σε τῆς εὐβουλίας,
μᾶλλον δὲ τῆς εὐωχίας
1010 ἄνθρωπε τῆς παρούσης.

Δικ.:   τί δῆτ᾽ ἐπειδὰν τὰς κίχλας ὀπτωμένας ἴδητε;

Χορ.:  οἶμαί σε καὶ τοῦτ᾽ εὖ λέγειν.Δικαιόπολις
τὸ πῦρ ὑποσκάλευε.

Χορ.:  ἤκουσας ὡς μαγειρικῶς 1015
κομψῶς τε καὶ δειπνητικῶς
αὑτῷ διακονεῖται;
Γεωργός
οἴμοι τάλας.

Δικ.:   ὦ Ἡράκλεις τίς οὑτοσί;
Γεωργός
ἀνὴρ κακοδαίμων.

Δικ.:   κατὰ σεαυτόν νυν τρέπου.
Γεωργός
ὦ φίλτατε, σπονδαὶ γάρ εἰσι σοὶ μόνῳ, 1020
μέτρησον εἰρήνης τί μοι, κἂν πέντ᾽ ἔτη.

Δικ.:   τί δ᾽ ἔπαθες;
Γεωργός
ἐπετρίβην ἀπολέσας τὼ βόε.

Δικ.:   πόθεν;
Γεωργός
ἀπὸ Φυλῆς ἔλαβον οἱ Βοιώτιοι.

Δικ.:   ὦ τρισκακόδαιμον εἶτα λευκὸν ἀμπέχει;
Γεωργός
καὶ ταῦτα μέντοι νὴ Δἴ ὥπερ μ᾽ ἐτρεφέτην 1025
ἐν πᾶσι βολίτοις.

Δικ.:   εἶτα νυνὶ τοῦ δέει;
Γεωργός
ἀπόλωλα τὠφθαλμὼ δακρύων τὼ βόε.
ἀλλ᾽ εἴ τι κήδει Δερκέτου Φυλασίου,
ὑπάλειψον εἰρήνῃ με τὠφθαλμὼ ταχύ.

Δικ.:   ἀλλ᾽ ὦ πόνηρ᾽ οὐ δημοσιεύων τυγχάνω. 1030
Γεωργός
ἴθ᾽ ἀντιβολῶ σ᾽, ἤν πως κομίσωμαι τὼ βόε.

Δικ.:   οὐκ ἔστιν, ἀλλὰ κλᾶε πρὸς τοὺς Πιττάλου.
Γεωργός
σὺ δ᾽ ἀλλά μοι σταλαγμὸν εἰρήνης ἕνα
ἐς τὸν καλαμίσκον ἐνστάλαξον τουτονί.

Δικ.:   οὐδ᾽ ἂν στριβιλικίγξ· ἀλλ᾽ ἀπιὼν οἴμωζέ ποι. 1035
Γεωργός
οἴμοι κακοδαίμων τοῖν γεωργοῖν βοιδίοιν.

Χορ.:
ἁνὴρ ἀνηύρηκέν τι ταῖς
σπονδαῖσιν ἡδύ, κοὐκ ἔοικεν
οὐδενὶ μεταδώσειν.

Δικ.:   κατάχει σὺ τῆς χορδῆς τὸ μέλι, τὰς σηπίας στάθευε. 1040

Χορ.:  ἤκουσας ὀρθιασμάτων;Δικαιόπολις
ὀπτᾶτε τἀγχέλεια.

Χορ.:  ἀποκτενεῖς λιμῷ ᾽μὲ καὶ
τοὺς γείτονας κνίσῃ τε καὶ 1045
φωνῇ τοιαῦτα λάσκων.

Δικ.:   ὀπτᾶτε ταυτὶ καὶ καλῶς ξανθίζετε.
Παράνυμφος
Δικαιόπολι.

Δικ.:τίς οὑτοσί; τίς οὑτοσί;
Παράνυμφος
ἔπεμψέ τίς σοι νυμφίος ταυτὶ κρέα
ἐκ τῶν γάμων. 1050

Δικ.:   καλῶς γε ποιῶν ὅστις ἦν.
Παράνυμφος
ἐκέλευε δ᾽ ἐγχέαι σε τῶν κρεῶν χάριν,
ἵνα μὴ στρατεύοιτ᾽ ἀλλὰ βινοίη μένων,
ἐς τὸν ἀλάβαστον κύαθον εἰρήνης ἕνα.

Δικ.:   ἀπόφερ᾽ ἀπόφερε τὰ κρέα καὶ μή μοι δίδου,
ὡς οὐκ ἂν ἐγχέαιμι μυρίων δραχμῶν. 1055
ἀλλ᾽ αὑτηὶ τίς ἔστιν;
Παράνυμφος
ἡ νυμφεύτρια
δεῖται παρὰ τῆς νύμφης τι σοὶ λέξαι μόνῳ.

Δικ.:   φέρε δὴ τί σὺ λέγεις; ὡς γέλοιον ὦ θεοὶ
τὸ δέημα τῆς νύμφης ὃ δεῖταί μου σφόδρα,
ὅπως ἂν οἰκουρῇ τὸ πέος τοῦ νυμφίου. 1060
φέρε δεῦρο τὰς σπονδάς, ἵν᾽ αὐτῇ δῶ μόνῃ,
ὁτιὴ γυνή ᾽στι τοῦ πολέμου τ᾽ οὐκ αἰτία.
ὕπεχ᾽ ὧδε δεῦρο τοὐξάλειπτρον ὦ γύναι.
οἶσθ᾽ ὡς ποιεῖτε; τοῦτο τῇ νύμφῃ φράσον,
ὅταν στρατιώτας καταλέγωσι, τουτῳὶ 1065
νύκτωρ ἀλειφέτω τὸ πέος τοῦ νυμφίου.
ἀπόφερε τὰς σπονδάς. φέρε τὴν οἰνήρυσιν,
ἵν᾽ οἶνον ἐγχέω λαβὼν ἐς τοὺς Χοᾶς.

Χορ.:  καὶ μὴν ὁδί τις τὰς ὀφρῦς ἀνεσπακὼς·
ὥσπερ τι δεινὸν ἀγγελῶν ἐπείγεται. 1070
Ἄγγελος Α
ἰὼ πόνοι τε καὶ μάχαι καὶ Λάμαχοι.

Λάμ.:  τίς ἀμφὶ χαλκοφάλαρα δώματα κτυπεῖ;
Ἄγγελος Α
ἰέναι σ᾽ ἐκέλευον οἱ στρατηγοὶ τήμερον
ταχέως λαβόντα τοὺς λόχους καὶ τοὺς λόφους·
κἄπειτα τηρεῖν νειφόμενον τὰς ἐσβολάς. 1075
ὑπὸ τοὺς Χοᾶς γὰρ καὶ Χύτρους αὐτοῖσί τις
ἤγγειλε λῃστὰς ἐμβαλεῖν Βοιωτίους.

Λάμ.:  ἰὼ στρατηγοὶ πλείονες ἢ βελτίονες.
οὐ δεινὰ μὴ ᾽ξεῖναί με μηδ᾽ ἑορτάσαι;

Δικ.:   ἰὼ στράτευμα πολεμολαμαχαϊκόν. 1080

Λάμ.:  οἴμοι κακοδαίμων καταγελᾷς ἤδη σύ μου.

Δικ.:   βούλει μάχεσθαι Γηρυόνῃ τετραπτίλῳ;

Λάμ.:  αἰαῖ
οἵαν ὁ κῆρυξ ἀγγελίαν ἤγγειλέ μοι.

Δικ.:   αἰαῖ τίνα δ᾽ αὖ μοι προστρέχει τις ἀγγελῶν; 1085
Ἄγγελος Β
Δικαιόπολι.

Δικ.:   τί ἔστιν;
Ἄγγελος Β
ἐπὶ δεῖπνον ταχὺ
βάδιζε τὴν κίστην λαβὼν καὶ τὸν χοᾶ.
ὁ τοῦ Διονύσου γάρ σ᾽ ἱερεὺς μεταπέμπεται.
ἀλλ᾽ ἐγκόνει· δειπνεῖν κατακωλύεις πάλαι.
τὰ δ᾽ ἄλλα πάντ᾽ ἐστὶν παρεσκευασμένα,
κλῖναι τράπεζαι προσκεφάλαια στρώματα 1090
στέφανοι μύρον τραγήμαθ᾽, αἱ πόρναι πάρα,
ἄμυλοι πλακοῦντες σησαμοῦντες ἴτρια,
ὀρχηστρίδες, τὰ φίλταθ᾽ Ἁρμοδίου, καλαί.
ἀλλ᾽ ὡς τάχιστα σπεῦδε.

Λάμ.:  κακοδαίμων ἐγώ.

Δικ.:   καὶ γὰρ σὺ μεγάλην ἐπεγράφου τὴν Γοργόνα. 1095
σύγκλῃε, καὶ δεῖπνόν τις ἐνσκευαζέτω.

Λάμ.:  παῖ παῖ φέρ᾽ ἔξω δεῦρο τὸν γυλιὸν ἐμοί.

Δικ.:   παῖ παῖ φέρ᾽ ἔξω δεῦρο τὴν κίστην ἐμοί.

Λάμ.:  ἅλας θυμίτας οἶσε παῖ καὶ κρόμμυα.

Δικ.:   ἐμοὶ δὲ τεμάχη· κρομμύοις γὰρ ἄχθομαι. 1100

Λάμ.:  θρῖον ταρίχους οἶσε δεῦρο παῖ σαπροῦ.

Δικ.:   κἀμοὶ σὺ δημοῦ θρῖον· ὀπρήσω δ᾽ ἐκεῖ.

Λάμ.:  ἔνεγκε δεῦρο τὼ πτερὼ τὼ κ᾽ τοῦ κράνους.

Δικ.:   ἐμοὶ δὲ τὰς φάττας γε φέρε καὶ τὰς κίχλας.

Λάμ.:  καλόν γε καὶ λευκὸν τὸ τῆς στρούθου πτερόν. 1105

Δικ.:   καλόν γε καὶ ξανθὸν τὸ τῆς φάττης κρέας.

Λάμ.:  ὦνθρωπε παῦσαι καταγελῶν μου τῶν ὅπλων.

Δικ.:   ὦνθρωπε βούλει μὴ βλέπειν ἐς τὰς κίχλας;

Λάμ.:  τὸ λοφεῖον ἐξένεγκε τῶν τριῶν λόφων.

Δικ.:   κἀμοὶ λεκάνιον τῶν λαγᾐων δὸς κρεῶν. 1110

Λάμ.:  ἀλλ᾽ ἢ τριχόβρωτες τοὺς λόφους που κατέφαγον.

Δικ.:   ἀλλ᾽ ἤ πρὸ δείπνου τὴν μίμαρκυν κατέδομαι.

Λάμ.:  ὦνθρωπε βούλει μὴ προσαγορεύειν ἐμέ;

Δικ.:   οὐκ ἀλλ᾽ ἐγὼ χὠ παῖς ἐρίζομεν πάλαι.
βούλει περιδόσθαι κἀπιτρέψαι Λαμάχῳ, 1115
πότερον ἀκρίδες ἥδιόν ἐστιν ἤ κίχλαι;

Λάμ.:  οἴμ᾽ ὡς ὑβρίζεις.

Δικ.:   τὰς ἀκρίδας κρίνει πολύ.

Λάμ.:  παῖ παῖ καθελών μοι τὸ δόρυ δεῦρ᾽ ἔξω φέρε.

Δικ.:   παῖ παῖ σὺ δ᾽ ἀφελὼν δεῦρο τὴν χορδὴν φέρε.

Λάμ.:  φέρε τοῦ δόρατος ἀφελκύσωμαι τοὔλυτρον. 1120
ἔχ᾽, ἀντέχου παῖ.

Δικ.:   καὶ σὺ παῖ τοῦδ᾽ ἀντέχου.

Λάμ.:  τοὺς κιλλίβαντας οἶσε παῖ τῆς ἀσπίδος.

Δικ.:   καὶ τῆς ἐμῆς τοὺς κριβανίτας ἔκφερε.

Λάμ.:  φέρε δεῦρο γοργόνωτον ἀσπίδος κύκλον.

Δικ.:   κἀμοὶ πλακοῦντος τυρόνωτον δὸς κύκλον. 1125

Λάμ.:  ταῦτ᾽ οὐ κατάγελώς ἐστιν ἀνθρώποις πλατύς;

Δικ.:   ταῦτ᾽ οὐ πλακοῦς δῆτ᾽ ἐστὶν ἀνθρώποις γλυκύς;

Λάμ.:  κατάχει σὺ παῖ τοὔλαιον. ἐν τῷ χαλκίῳ
ἐνορῶ γέροντα δειλίας φευξούμενον.

Δικ.:   κατάχει σὺ τὸ μέλι. κἀνθάδ᾽ ἔνδηλος γέρων 1130
κλάειν κελεύων Λάμαχον τὸν Γοργάσου.

Λάμ.:  φέρε δεῦρο παῖ θώρακα πολεμιστήριον.

Δικ.:   ἔξαιρε παῖ θώρακα κἀμοὶ τὸν χοᾶ.

Λάμ.:  ἐν τῷδε πρὸς τοὺς πολεμίους θωρήξομαι.

Δικ.:   ἐν τῷδε πρὸς τοὺς συμπότας θωρήξομαι. 1135

Λάμ.:  τὰ στρώματ᾽ ὦ παῖ δῆσον ἐκ τῆς ἀσπίδος.

Δικ.:   τὸ δεῖπνον ὦ παῖ δῆσον ἐκ τῆς κιστίδος.

Λάμ.:  ἐγὼ δ᾽ ἐμαυτῷ τὸν γυλιὸν οἴσω λαβών.

Δικ.:   ἐγὼ δὲ θοἰμάτιον λαβὼν ἐξέρχομαι.

Λάμ.:  τὴν ἀσπίδ᾽ αἴρου καὶ βάδιζ᾽ ὦ παῖ λαβών. 1140
νείφει. βαβαιάξ· χειμέρια τὰ πράγματα.

Δικ.:   αἴρου τὸ δεῖπνον· συμποτικὰ τὰ πράγματα.

Χορ.:  ἴτε δὴ χαίροντες ἐπὶ στρατιάν.
ὡς ἀνομοίαν ἔρχεσθον ὁδόν·
τῷ μὲν πίνειν στεφανωσαμένῳ, 1145
σοὶ δὲ ῥιγῶν καὶ προφυλάττειν,
τῷ δὲ καθεύδειν
μετὰ παιδίσκης ὡραιοτάτης,
ἀνατριβομένῳ τε τὸ δεῖνα.

           Ἀντίμαχον τὸν ψακάδος τὸν ξυγγραφῆ τὸν μελέων ποιητήν, 1150
ὡς μὲν ἁπλῷ, κακῶς ἐξολέσειεν ὁ Ζεύς·
ὅς γ᾽ ἐμὲ τὸν τλήμονα Λήναια χορηγῶν ἀπέλυσ᾽ ἄδειπνον.
ὃν ἔτ᾽ ἐπίδοιμι τευθίδος 1155
δεόμενον, ἡ δ᾽ ὠπτημένη
σίζουσα πάραλος ἐπὶ τραπέζῃ κειμένη
ὀκέλλοι· κᾆτα μέλλοντος
λαβεῖν αὐτοῦ κύων 1160
ἁρπάσασα φεύγοι.

τοῦτο μὲν αὐτῷ κακὸν ἕν, κᾆθ᾽ ἕτερον νυκτερινὸν γένοιτο.
ἠπιαλῶν γὰρ οἴκαδ᾽ ἐξ ἱππασίας βαδίζων, 1165
εἶτα κατάξειέ τις αὐτοῦ μεθύων τῆς κεφαλῆς Ὀρέστης
μαινόμενος· ὁ δὲ λίθον βαλεῖν
βουλόμενος ἐν σκότῳ λάβοι
τῇ χειρὶ πέλεθον ἀρτίως κεχεσμένον· 1170
ἐπᾴξειεν δ᾽ ἔχων
τὸν μάρμαρον, κἄπειθ᾽ ἁμαρτὼν
βάλοι Κρατῖνον.
Θεράπων Λαμάχου
ὦ δμῶες οἳ κατ᾽ οἶκόν ἐστε Λαμάχου,
ὕδωρ ὕδωρ ἐν χυτριδίῳ θερμαίνετε· 1175
ὀθόνια, κηρωτὴν παρασκευάζετε,
ἔρι᾽ οἰσυπηρά, λαμπάδιον περὶ τὸ σφυρόν.
ἁνὴρ τέτρωται χάρακι διαπηδῶν τάφρον,
καὶ τὸ σφυρὸν παλίνορρον ἐξεκόκκισεν,
καὶ τῆς κεφαλῆς κατέαγε περὶ λίθῳ πεσών, 1180
καὶ Γοργόν᾽ ἐξήγειρεν ἐκ τῆς ἀσπίδος.
πτίλον δὲ τὸ μέγα κομπολακύθου πεσὸν
πρὸς ταῖς πέτραισι, δεινὸν ἐξηύδα μέλος·
᾽ὦ κλεινὸν ὄμμα νῦν πανύστατόν σ᾽ ἰδὼν
λείπω φάος γε τοὐμόν, οὐκέτ᾽ εἰμ᾽ ἐγώ.᾽ 1185
τοσαῦτα λέξας εἰς ὑδρορρόαν πεσὼν
ἀνίσταταί τε καὶ ξυναντᾷ δραπέταις
λῃστὰς ἐλαύνων καὶ κατασπέρχων δορί.
ὁδὶ δὲ καὐτός· ἀλλ᾽ ἄνοιγε τὴν θύραν.

Λάμ.:  ἀτταταῖ ἀτταταῖ 1190
στυγερὰ τάδε γε κρυερὰ πάθεα· τάλας ἐγώ.
διόλλυμαι δορὸς ὑπὸ πολεμίου τυπείς.
ἐκεῖνο δ᾽ οὖν αἰακτὸν ἂν γένοιτο, 1195

Δικ.:   εἴ μ᾽ ἴδοι τετρωμένον
κᾆτ᾽ ἐγχάνοι ταῖς ἐμαῖς τύχαισιν.

Δικ.:   ἀτταταῖ ἀτταταῖ
τῶν τιτθίων, ὡς σκληρὰ καὶ κυδώνια.
φιλήσατόν με μαλθακῶς ὦ χρυσίω 1200
τὸ περιπεταστὸν κἀπιμανδαλωτόν.
τὸν γὰρ χοᾶ πρῶτος ἐκπέπωκα.

Λάμ.:  ὦ συμφορὰ τάλαινα τῶν ἐμῶν κακῶν.
ἰὼ ἰὼ τραυμάτων ἐπωδύνων. 1205

Δικ.:   ἰὴ ἰὴ χαῖρε Λαμαχίππιον.

Λάμ.:  στυγερὸς ἐγώ.

Δικ.:   τί με σὺ κυνεῖς;

Λάμ.:  μογερὸς ἐγώ.

Δικ.:   τί με σὺ δάκνεις;

Λάμ.:  τάλας ἐγὼ ξυμβολῆς βαρείας. 1210

Δικ.:   τοῖς Χουσὶ γάρ τις ξυμβολὰς ἐπράττετο;

Λάμ.:  ἰὼ ἰὼ Παιὰν Παιάν.

Δικ.:   ἀλλ᾽ οὐχὶ νυνὶ τήμερον Παιώνια.

Λάμ.:  λάβεσθέ μου λάβεσθε τοῦ σκέλους παπαῖ,
προσλάβεσθ᾽ ὦ φίλοι. 1215

Other books

No Breaking My Heart by Kate Angell
When the Starrs Align by Marie Harte
If Death Ever Slept by Stout, Rex
My Life on the Road by Gloria Steinem
Loving Drake by Pamela Ann
Simple Arrangement by McKenna Jeffries
The Music of Pythagoras by Kitty Ferguson
Sands of Time by Susan May Warren