Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) (68 page)

Λάμ.:  οὗτος τί δράσεις; τῷ πτίλῳ μέλλεις ἐμεῖν;
πτίλον γάρ ἐστιν —

Δικ.:   εἰπέ μοι τίνος ποτὲ
ὄρνιθός ἐστιν; ἆρα κομπολακύθου;

Λάμ.:  οἴμ᾽ ὡς τεθνήξεις. 590

Δικ.:   μηδαμῶς ὦ Λάμαχε·
οὐ γὰρ κατ᾽ ἰσχύν ἐστιν· εἰ δ᾽ ἰσχυρὸς εἶ,
τί μ᾽ οὐκ ἀπεψώλησας; εὔοπλος γὰρ εἶ.

Λάμ.:  ταυτὶ λέγεις σὺ τὸν στρατηγὸν πτωχὸς ὤν;

Δικ.:   ἐγὼ γάρ εἰμι πτωχός;

Λάμ.:  ἀλλὰ τίς γὰρ εἶ;

Δικ.:   ὅστις; πολίτης χρηστός, οὐ σπουδαρχίδης, 595
ἀλλ᾽ ἐξ ὅτου περ ὁ πόλεμος, στρατωνίδης,
σὺ δ᾽ ἐξ ὅτου περ ὁ πόλεμος, μισθαρχίδης.

Λάμ.:  ἐχειροτόνησαν γάρ με —

Δικ.:   κόκκυγές γε τρεῖς.
ταῦτ᾽ οὖν ἐγὼ βδελυττόμενος ἐσπεισάμην,
ὁρῶν πολιοὺς μὲν ἄνδρας ἐν ταῖς τάξεσιν, 600
νεανίας δ᾽ οἵους σὺ διαδεδρακότας,
τοὺς μὲν ἐπὶ Θρᾴκης μισθοφοροῦντας τρεῖς δραχμάς,
Τεισαμενοφαινίππους Πανουργιππαρχίδας,
ἑτέρους δὲ παρὰ Χάρητι τοὺς δ᾽ ἐν Χάοσιν,
Γερητοθεοδώρους Διομειαλαζόνας, 605
τοὺς δ᾽ ἐν Καμαρίνῃ κἀν Γέλα κἀν Καταγέλᾳ.

Λάμ.:  ἐχειροτονήθησαν γάρ.

Δικ.:   αἴτιον δὲ τί
ὑμᾶς μὲν ἀεὶ μισθοφορεῖν ἁμῃγέπῃ,
τωνδὶ δὲ μηδέν᾽; ἐτεὸν ὦ Μαριλάδη
ἤδη πεπρέσβευκας σὺ πολιὸς ὢν ἓν ἢ; 610
ἀνένευσε· καίτοι γ᾽ ἐστὶ σώφρων κἀργάτης.
τί δαὶ Δράκυλλος ἢ Εὐφορίδης ἢ Πρινίδης;
εἶδέν τις ὑμῶν τἀκβάταν᾽ ἢ τοὺς Χάονας;
οὔ φασιν. ἀλλ᾽ ὁ Κοισύρας καὶ Λάμαχος,
οἷς ὑπ᾽ ἐράνου τε καὶ χρεῶν πρώην ποτέ, 615
ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας,
ἅπαντες ᾽ἐξίστω᾽ παρῄνουν οἱ φίλοι.

Λάμ.:  ὦ δημοκρατία ταῦτα δῆτ᾽ ἀνασχετά;

Δικ.:   οὐ δῆτ᾽ ἐὰν μὴ μισθοφορῇ γε Λάμαχος.

Λάμ.:  ἀλλ᾽ οὖν ἐγὼ μὲν πᾶσι Πελοποννησίοις 620
ἀεὶ πολεμήσω καὶ ταράξω πανταχῇ
καὶ ναυσὶ καὶ πεζοῖσι κατὰ τὸ καρτερόν.

Δικ.:   ἐγὼ δὲ κηρύττω γε Πελοποννησίοις
ἅπασι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις
πωλεῖν ἀγοράζειν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή. 625

Χορ.:  ἁνὴρ νικᾷ τοῖσι λόγοισιν, καὶ τὸν δῆμον μεταπείθει
περὶ τῶν σπονδῶν. ἀλλ᾽ ἀποδύντες τοῖς ἀναπαίστοις ἐπίωμεν.
ἐξ οὗ γε χοροῖσιν ἐφέστηκεν τρυγικοῖς ὁ διδάσκαλος ἡμῶν,
οὔπω παρέβη πρὸς τὸ θέατρον λέξων ὡς δεξιός ἐστιν·
διαβαλλόμενος δ᾽ ὑπὸ τῶν ἐχθρῶν ἐν Ἀθηναίοις ταχυβούλοις, 630
ὡς κωμῳδεῖ τὴν πόλιν ἡμῶν καὶ τὸν δῆμον καθυβρίζει,
ἀποκρίνασθαι δεῖται νυνὶ πρὸς Ἀθηναίους μεταβούλους.
φησὶν δ᾽ εἶναι πολλῶν ἀγαθῶν ἄξιος ὑμῖν ὁ ποιητής,
παύσας ὑμᾶς ξενικοῖσι λόγοις μὴ λίαν ἐξαπατᾶσθαι,
μήθ᾽ ἥδεσθαι θωπευομένους, μήτ᾽ εἶναι χαυνοπολίτας. 635
πρότερον δ᾽ ὑμᾶς ἀπὸ τῶν πόλεων οἱ πρέσβεις ἐξαπατῶντες
πρῶτον μὲν ἰοστεφάνους ἐκάλουν· κἀπειδὴ τοῦτό τις εἴποι,
εὐθὺς διὰ τοὺς στεφάνους ἐπ᾽ ἄκρων τῶν πυγιδίων ἐκάθησθε.
εἰ δέ τις ὑμᾶς ὑποθωπεύσας λιπαρὰς καλέσειεν Ἀθήνας,
ηὕρετο πᾶν ἂν διὰ τὰς λιπαράς, ἀφύων τιμὴν περιάψας. 640
ταῦτα ποιήσας πολλῶν ἀγαθῶν αἴτιος ὑμῖν γεγένηται,
καὶ τοὺς δήμους ἐν ταῖς πόλεσιν δείξας ὡς δημοκρατοῦνται.
τοιγάρτοι νῦν ἐκ τῶν πόλεων τὸν φόρον ὑμῖν ἀπάγοντες
ἥξουσιν ἰδεῖν ἐπιθυμοῦντες τὸν ποιητὴν τὸν ἄριστον,
ὅστις παρεκινδύνευσ᾽ εἰπεῖν ἐν Ἀθηναίοις τὰ δίκαια. 645
οὕτω δ᾽ αὐτοῦ περὶ τῆς τόλμης ἤδη πόρρω κλέος ἥκει,
ὅτε καὶ βασιλεὺς Λακεδαιμονίων τὴν πρεσβείαν βασανίζων
ἠρώτησεν πρῶτα μὲν αὐτοὺς πότεροι ταῖς ναυσὶ κρατοῦσιν,
εἶτα δὲ τοῦτον τὸν ποιητὴν ποτέρους εἴποι κακὰ πολλά·
τούτους γὰρ ἔφη τοὺς ἀνθρώπους πολὺ βελτίους γεγενῆσθαι 650
καὶ τῷ πολέμῳ πολὺ νικήσειν τοῦτον ξύμβουλον ἔχοντας.
διὰ ταῦθ᾽ ὑμᾶς Λακεδαιμόνιοι τὴν εἰρήνην προκαλοῦνται
καὶ τὴν Αἴγιναν ἀπαιτοῦσιν· καὶ τῆς νήσου μὲν ἐκείνης
οὐ φροντίζουσ᾽, ἀλλ᾽ ἵνα τοῦτον τὸν ποιητὴν ἀφέλωνται.
ἀλλ᾽ ὑμεῖς τοι μή ποτ᾽ ἀφῆσθ᾽· ὡς κωμῳδήσει τὰ δίκαια· 655
φησὶν δ᾽ ὑμᾶς πολλὰ διδάξειν ἀγάθ᾽, ὥστ᾽ εὐδαίμονας εἶναι,
οὐ θωπεύων οὐδ᾽ ὑποτείνων μισθοὺς οὐδ᾽ ἐξαπατύλλων,
οὐδὲ πανουργῶν οὐδὲ κατάρδων, ἀλλὰ τὰ βέλτιστα διδάσκων.
πρὸς ταῦτα Κλέων καὶ παλαμάσθω
καὶ πᾶν ἐπ᾽ ἐμοὶ τεκταινέσθω. 660
τὸ γὰρ εὖ μετ᾽ ἐμοῦ καὶ τὸ δίκαιον
ξύμμαχον ἔσται, κοὐ μή ποθ᾽ ἁλῶ
περὶ τὴν πόλιν ὢν ὥσπερ ἐκεῖνος
δειλὸς καὶ λακαταπύγων.

δεῦρο Μοῦσ᾽ ἐλθὲ φλεγυρὰ πυρὸς ἔχουσα μένος ἔντονος Ἀχαρνική. 665
οἷον ἐξ ἀνθράκων πρινίνων φέψαλος ἀνήλατ᾽ ἐρεθιζόμενος οὐρίᾳ ῥιπίδι,
ἡνίκ᾽ ἂν ἐπανθρακίδες ὦσι παρακείμεναι, 670
οἱ δὲ Θασίαν ἀνακυκῶσι λιπαράμπυκα,
οἱ δὲ μάττωσιν, οὕτω σοβαρὸν ἐλθὲ μέλος ἔντονον ἀγροικότερον
ὡς ἐμὲ λαβοῦσα τὸν δημότην. 675
οἱ γέροντες οἱ παλαιοὶ μεμφόμεσθα τῇ πόλει·
οὐ γὰρ ἀξίως ἐκείνων ὧν ἐναυμαχήσαμεν
γηροβοσκούμεσθ᾽ ὑφ᾽ ὑμῶν, ἀλλὰ δεινὰ πάσχομεν,
οἵτινες γέροντας ἄνδρας ἐμβαλόντες ἐς γραφὰς
ὑπὸ νεανίσκων ἐᾶτε καταγελᾶσθαι ῥητόρων, 680
οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους,
οἷς Ποσειδῶν ἀσφάλειός ἐστιν ἡ βακτηρία·
τονθορύζοντες δὲ γήρᾳ τῷ λίθῳ προσέσταμεν,
οὐχ ὁρῶντες οὐδὲν εἰ μὴ τῆς δίκης τὴν ἠλύγην.
ὁ δέ, νεανίας ἑαυτῷ σπουδάσας ξυνηγορεῖν, 685
ἐς τάχος παίει ξυνάπτων στρογγύλοις τοῖς ῥήμασιν·
κᾆτ᾽ ἀνελκύσας ἐρωτᾷ σκανδάληθρ᾽ ἱστὰς ἐπῶν
ἄνδρα Τιθωνὸν σπαράττων καὶ ταράττων καὶ κυκῶν.
ὁ δ᾽ ὑπὸ γήρως μασταρύζει, κᾆτ᾽ ὀφλὼν ἀπέρχεται,
εἶτα λύζει καὶ δακρύει καὶ λέγει πρὸς τοὺς φίλους, 690
᾽οὗ μ᾽ ἐχρῆν σορὸν πρίασθαι τοῦτ᾽ ὀφλὼν ἀπέρχομαι.᾽

ταῦτα πῶς εἰκότα, γέροντ᾽ ἀπολέσαι πολιὸν ἄνδρα περὶ κλεψύδραν,
πολλὰ δὴ ξυμπονήσαντα καὶ θερμὸν ἀπομορξάμενον ἀνδρικὸν ἱδρῶτα δὴ καὶ πολύν,
ἄνδρ᾽ ἀγαθὸν ὄντα Μαραθῶνι περὶ τὴν πόλιν;
εἶτα Μαραθῶνι μὲν ὅτ᾽ ἦμεν ἐδιώκομεν, 695
νῦν δ᾽ ὑπ᾽ ἀνδρῶν πονηρῶν σφόδρα διωκόμεθα, κᾆτα προσαλισκόμεθα. 700
πρὸς τάδε τίς ἀντερεῖ Μαρψίας;
τῷ γὰρ εἰκὸς ἄνδρα κυφὸν ἡλίκον Θουκυδίδην
ἐξολέσθαι συμπλακέντα τῇ Σκυθῶν ἐρημίᾳ,
τῷδε τῷ Κηφισοδήμῳ τῷ λάλῳ ξυνηγόρῳ; 705
ὥστ᾽ ἐγὼ μὲν ἠλέησα κἀπεμορξάμην ἰδὼν
ἄνδρα πρεσβύτην ὑπ᾽ ἀνδρὸς τοξότου κυκώμενον,
ὃς μὰ τὴν Δήμητρ᾽, ἐκεῖνος ἡνίκ᾽ ἦν Θουκυδίδης,
οὐδ᾽ ἂν αὐτὴν τὴν Ἀχαίαν ῥᾳδίως ἠνέσχετο,
ἀλλὰ κατεπάλαισε μέντἂν πρῶτον Εὐάθλους δέκα, 710
κατεβόησε δ᾽ ἂν κεκραγὼς τοξότας τρισχιλίους,
περιετόξευσεν δ᾽ ἂν αὐτοῦ τοῦ πατρὸς τοὺς ξυγγενεῖς.
ἀλλ᾽ ἐπειδὴ τοὺς γέροντας οὐκ ἐᾶθ᾽ ὕπνου τυχεῖν,
ψηφίσασθε χωρὶς εἶναι τὰς γραφάς, ὅπως ἂν ᾖ
τῷ γέροντι μὲν γέρων καὶ νωδὸς ὁ ξυνήγορος, 715
τοῖς νέοισι δ᾽ εὐρύπρωκτος καὶ λάλος χὠ Κλεινίου.
κἀξελαύνειν χρὴ τὸ λοιπόν, κἂν φύγῃ τις ζημιοῦν,
τὸν γέροντα τῷ γέροντι, τὸν νέον δὲ τῷ νέῳ.

Δικ.:   ὅροι μὲν ἀγορᾶς εἰσιν οἵδε τῆς ἐμῆς.
ἐνταῦθ᾽ ἀγοράζειν πᾶσι Πελοποννησίοις 720
ἔξεστι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις,
ἐφ᾽ ᾧτε πωλεῖν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή.
ἀγορανόμους δὲ τῆς ἀγορᾶς καθίσταμαι
τρεῖς τοὺς λαχόντας τούσδ᾽ ἱμάντας ἐκ Λεπρῶν.
ἐνταῦθα μήτε συκοφάντης εἰσίτω 725
μήτ᾽ ἄλλος ὅστις Φασιανός ἐστ᾽ ἀνήρ.
ἐγὼ δὲ τὴν στήλην καθ᾽ ἣν ἐσπεισάμην
μέτειμ᾽, ἵνα στήσω φανερὰν ἐν τἀγορᾷ.
Μεγαρεύς
ἀγορὰ ν᾽ Ἀθάναις χαῖρε Μεγαρεῦσιν φίλα.
ἐπόθουν τυ ναὶ τὸν φίλιον  περ ματέρα. 730
ἀλλ᾽ ὦ πόνηρα κώρι᾽ ἀθλίω πατρός,
ἄμβατε ποττὰν μᾶδδαν, αἴ χ᾽ εὕρητέ πᾶ.
ἀκούετε δή, ποτέχετ᾽ ἐμὶν τὰν γαστέρα·
πότερα πεπρᾶσθαι χρῄδδετ᾽ ἢ πεινῆν κακῶς;
Κόρα πεπρᾶσθαι πεπρᾶσθαι. 735

Μεγ.:  ἐγώνγα καὐτός φαμι. τίς δ᾽ οὕτως ἄνους
ὃς ὑμέ κα πρίαιτο φανερὰν ζαμίαν;
ἀλλ᾽ ἔστι γάρ μοι Μεγαρικά τις μαχανά,
χοίρως γὰρ ὑμὲ σκευάσας φασῶ φέρειν.
περίθεσθε τάσδε τὰς ὁπλὰς τῶν χοιρίων. 740
ὅπως δὲ δοξεῖτ᾽ εἶμεν ἐξ ἀγαθᾶς ὑός·
ὡς ναὶ τὸν Ἑρμᾶν, αἴπερ ἱξεῖτ᾽ οἴκαδις
ἄπρατα, πειρασεῖσθε τᾶς λιμῶ κακῶς.
ἀλλ᾽ ἀμφίθεσθε καὶ ταδὶ τὰ ῥυγχία,
κἤπειτεν ἐς τὸυ σάκκον ὧδ᾽ ἐσβαίνετε. 745
ὅπως δὲ γρυλλιξεῖτε καὶ κοΐξετε
χἠσεῖτε φωνὰν χοιρίων μυστηρικῶν.
ἐγὼν δὲ καρυξῶ Δικαιόπολιν ὅπᾳ·
Δικαιόπολι, ἦ λῇς πρίασθαι χοιρία;

Δικ.:   τί; ἀνὴρ Μεγαρικός; 750

Μεγ.:  ἀγορασοῦντες ἵκομες.

Δικ.:   πῶς ἔχετε;

Μεγ.:  διαπεινᾶμες ἀεὶ ποττὸ πῦρ.

Δικ.:   ἀλλ᾽ ἡδύ τοι νὴ τὸν Δἴ, ἢν αὐλὸς παρῇ.
τί δ᾽ ἄλλο πράττεθ᾽ οἱ Μεγαρῆς νῦν;

Μεγ.:  οἷα δή.
ὅκα μὲν ἐγὼν τηνῶθεν ἐμπορευόμαν,
ἄνδρες πρόβουλοι τοῦτ᾽ ἔπραττον τᾷ πόλει, 755
ὅπως τάχιστα καὶ κάκιστ᾽ ἀπολοίμεθα.

Δικ.:   αὐτίκ᾽ ἄρ᾽ ἀπαλλάξεσθε πραγμάτων.

Μεγ.:  σά μάν;

Δικ.:   τί δ᾽ ἄλλο Μεγαροῖ; πῶς ὁ σῖτος ὤνιος;

Μεγ.:  παρ᾽ ἁμὶ πολυτίματος  περ τοὶ θεοί.

Δικ.:   ἅλας οὖν φέρεις; 760

Μεγ.:  οὐχ ὑμὲς αὐτῶν ἄρχετε;

Δικ.:   οὐδὲ σκόροδα;

Μεγ.:  ποῖα σκόροδ᾽; ὑμὲς τῶν ἀεί,
ὅκκ᾽ ἐσβάλητε, τὼς ἀρωραῖοι μύες
πάσσακι τὰς ἄγλιθας ἐξορύσσετε.

Δικ.:   τί δαὶ φέρεις;

Μεγ.:  χοίρως ἐγώνγα μυστικάς.

Δικ.:   καλῶς λέγεις· ἐπίδειξον. 765

Μεγ.:  ἀλλὰ μὰν καλαί.
ἄντεινον αἰ λῇς· ὡς παχεῖα καὶ καλά.

Δικ.:   τουτὶ τί ἦν τὸ πρᾶγμα;

Μεγ.:  χοῖρος ναὶ Δία.

Δικ.:   τί λέγεις σύ; ποδαπὴ δή ᾽στι χοῖρος;

Μεγ.:  Μεγαρικά.
ἢ οὐ χοῖρός ἐσθ᾽ ἅδ᾽;

Δικ.:   οὐκ ἔμοιγε φαίνεται.

Μεγ.:  οὐ δεινά; θᾶσθε τῶδε τὰς ἀπιστίας· 770
οὔ φατι τάνδε χοῖρον εἶμεν. ἀλλὰ μάν,
αἰ λῇς, περίδου μοι περὶ θυμιτιδᾶν ἁλῶν,
αἰ μή ᾽στιν οὗτος χοῖρος Ἑλλάνων νόμῳ.

Δικ.:   ἀλλ᾽ ἔστιν ἀνθρώπου γε.

Μεγ.:  ναὶ τὸν Διοκλέα
ἐμά γα. τὺ δέ νιν εἴμεναι τίνος δοκεῖς; 775
ἦ λῇς ἀκοῦσαι φθεγγομένας;

Δικ.:   νὴ τοὺς θεοὺς
ἔγωγε.

Μεγ.:  φώνει δὴ τὺ ταχέως χοιρίον.
οὐ χρῆσθα; σιγῇς ὦ κάκιστ᾽ ἀπολουμένα;
πάλιν τυ ἀποισῶ ναὶ τὸν Ἑρμᾶν οἴκαδις.
Κόρη κοῒ κοΐ. 780

Μεγ.:  αὕτα ᾽στὶ χοῖρος;

Δικ.:   νῦν γε χοῖρος φαίνεται.
ἀτὰρ ἐκτραφείς γε κύσθος ἔσται.

Μεγ.:  πέντ᾽ ἑτῶν,
σάφ᾽ ἴσθι, ποττὰν ματέρ᾽ εἰκασθήσεται.

Δικ.:   ἀλλ᾽ οὐδὲ θύσιμός ἐστιν αὑτηγί.

Μεγ.:  σά μάν;
πᾷ δ᾽ οὐχὶ θύσιμός ἐστι; 785

Δικ.:   κέρκον οὐκ ἔχει.

Μεγ.:  νεαρὰ γάρ ἐστιν· ἀλλὰ δελφακουμένα
ἑξεῖ μεγάλαν τε καὶ παχεῖαν κἠρυθράν.
ἀλλ᾽ αἰ τράφειν λῇς, ἅδε τοι χοῖρος καλά.

Δικ.:   ὡς ξυγγενὴς ὁ κύσθος αὐτῆς θατέρᾳ.

Μεγ.:  ὁμοματρία γάρ ἐστι κἠκ τωὐτῶ πατρός. 790
αἰ δ᾽ ἂν παχυνθῇ κἀναχνοιανθῇ τριχί,
κάλλιστος ἔσται χοῖρος Ἀφροδίτᾳ θύειν.

Δικ.:   ἀλλ᾽ οὐχὶ χοῖρος τἀφροδίτῃ θύεται.

Μεγ.:  οὐ χοῖρος Ἀφροδίτᾳ; μόνᾳ γα δαιμόνων.
καὶ γίνεταί γα τᾶνδε τᾶν χοίρων τὸ κρῆς 795
ἅδιστον ἂν τὸν ὀδελὸν ἐμπεπαρμένον.

Δικ.:   ἤδη δ᾽ ἄνευ τῆς μητρὸς ἐσθίοιεν ἄν;

Μεγ.:  ναὶ τὸν Ποτειδᾶν καί κ᾽ ἄνις γα τῶ πατρός.

Δικ.:   τί δ᾽ ἐσθίει μάλιστα;

Μεγ.:  πάνθ᾽ ἅ κα διδῷς.
αὐτὸς δ᾽ ἐρώτη. 800

Δικ.:   χοῖρε χοῖρε.
Κόρα κοῒ κοΐ.

Δικ.:   τρώγοις ἂν ἐρεβίνθους;
Κόρα κοῒ κοῒ κοΐ.

Δικ.:   τί δαί; φιβάλεως ἰσχάδας;
Κόρα κοῒ κοΐ.

Δικ.:   τί δαὶ σύ; τρώγοις ἄν;
Κόρα κοῒ κοῒ κοΐ.

Δικ.:   ὡς ὀξὺ πρὸς τὰς ἰσχάδας κεκράγατε.
ἐνεγκάτω τις ἔνδοθεν τῶν ἰσχάδων 805
τοῖς χοιριδίοισιν. ἆρα τρώξονται; βαβαί,
οἷον ῥοθιάζουσ᾽ ὦ πολυτίμηθ᾽ Ἡράκλεις.
ποδαπὰ τὰ χοιρί᾽; ὡς Τραγασαῖα φαίνεται.

Μεγ.:  ἀλλ᾽ οὔτι πάσας κατέτραγον τὰς ἰσχάδας.
ἐγὼ γὰρ αὐτᾶν τάνδε μίαν ἀνειλόμαν. 810

Δικ.:   νὴ τὸν Δἴ ἀστείω γε τὼ βοσκήματε·
πόσου πρίωμαί σοι τὰ χοιρίδια; λέγε.

Μεγ.:  τὸ μὲν ἅτερον τούτων σκορόδων τροπαλίδος,
τὸ δ᾽ ἅτερον, αἰ λῇς, χοίνικος μόνας ἁλῶν.

Δικ.:   ὠνήσομαί σοι· περίμεν᾽ αὐτοῦ. 815

Μεγ.:  ταῦτα δή.
Ἑρμᾶ ᾽μπολαῖε τὰν γυναῖκα τὰν ἐμὰν
οὕτω μ᾽ ἀποδόσθαι τάν τ᾽ ἐμωυτῶ τ᾽ ἐμωυτῶ ματέρα.
Συκοφάντης
ὦνθρωπε ποδαπός;

Μεγ.:  χοιροπώλας Μεγαρικός.
Συκοφάντης
τὰ χοιρίδια τοίνυν ἐγὼ φανῶ ταδὶ
πολέμια καὶ σέ. 820

Μεγ.:  τοῦτ᾽ ἐκεῖν᾽, ἵκει πάλιν
ὅθενπερ ἀρχὰ τῶν κακῶν ἁμῖν ἔφυ.
Συκοφάντης
κλάων μεγαριεῖς. οὐκ ἀφήσεις τὸν σάκον;

Μεγ.:  Δικαιόπολι Δικαιόπολι φαντάδδομαι.

Δικ.:   ὑπὸ τοῦ; τίς ὁ φαίνων σ᾽ ἐστίν; ἁγορανόμοι,
τοὺς συκοφάντας οὐ θύραζ᾽ ἐξείρξετε; 825
τί δὴ μαθὼν φαίνεις ἄνευ θρυαλλίδος;
Συκοφάντης
οὐ γὰρ φανῶ τοὺς πολεμίους;

Δικ.:   κλάων γε σύ,
εἰ μὴ ᾽τέρωσε συκοφαντήσεις τρέχων.

Μεγ.:  οἷον τὸ κακὸν ἐν ταῖς Ἀθάναις τοῦτ᾽ ἔνι.

Δικ.:   θάρρει Μεγαρίκ᾽· ἀλλ᾽ ἧς τὰ χοιρίδι᾽ ἀπέδου 830
τιμῆς, λαβὲ ταυτὶ τὰ σκόροδα καὶ τοὺς ἅλας,
καὶ χαῖρε πόλλ᾽.

Μεγ.:  ἀλλ᾽ ἁμὶν οὐκ ἐπιχώριον.

Δικ.:   πολυπραγμοσύνη νυν ἐς κεφαλὴν τράποιτ᾽ ἐμοί.
Μεγαρεύς
ὦ χοιρίδια πειρῆσθε κἄνις τῶ πατρὸς
παίειν ἐφ᾽ ἁλὶ τὰν μᾶδδαν, αἴκα τις διδῷ. 835

Χορ.:  εὐδαιμονεῖ γ᾽ ἅνθρωπος. οὐκ ἤκουσας οἷ προβαίνει
τὸ πρᾶγμα τοῦ βουλεύματος; καρπώσεται γὰρ ἁνὴρ
ἐν τἀγορᾷ καθήμενος·
κἂν εἰσίῃ τις Κτησίας
ἢ συκοφάντης ἄλλος, οἰμώζων 840
καθεδεῖται·
οὐδ᾽ ἄλλος ἀνθρώπων ὑποψωνῶν σε πημανεῖ τι,
οὐδ᾽ ἐξομόρξεται Πρέπις τὴν εὐρυπρωκτίαν σοι,
οὐδ᾽ ὠστιεῖ Κλεωνύμῳ·
χλαῖναν δ᾽ ἔχων φανὴν δίει 845
κοὐ ξυντυχών σ᾽ Ὑπέρβολος
δικῶν ἀναπλήσει·
οὐδ᾽ ἐντυχὼν ἐν τἀγορᾷ πρόσεισί σοι βαδίζων
Κρατῖνος ἀεὶ κεκαρμένος μοιχὸν μιᾷ μαχαίρᾳ,
ὁ περιπόνηρος Ἀρτέμων, 850
ὁ ταχὺς ἄγαν τὴν μουσικήν,
ὄζων κακὸν τῶν μασχαλῶν
πατρὸς Τραγασαίου·
οὐδ᾽ αὖθις αὖ σε σκώψεται Παύσων ὁ παμπόνηρος
Λυσίστρατός τ᾽ ἐν τἀγορᾷ, Χολαργέων ὄνειδος, 855
ὁ περιαλουργὸς τοῖς κακοῖς,
ῥιγῶν τε καὶ πεινῶν ἀεὶ
πλεῖν ἢ τριάκονθ᾽ ἡμέρας
τοῦ μηνὸς ἑκάστου.
Βοιωτός
ἴττω Ἡρακλῆς ἔκαμόν γα τὰν τύλαν κακῶς· 860
κατάθου τὺ τὰν γλάχων᾽ ἀτρέμας Ἰσμηνία·
ὑμὲς δ᾽ ὅσοι Θείβαθεν αὐληταὶ πάρα
τοῖς ὀστίνοις φυσῆτε τὸν πρωκτὸν κυνός.

Δικ.:   παῦ᾽ ἐς κόρακας. οἱ σφῆκες οὐκ ἀπὸ τῶν θυρῶν;
πόθεν προσέπτονθ᾽ οἱ κακῶς ἀπολούμενοι 865
ἐπὶ τὴν θύραν μοι Χαιριδῆς βομβαύλιοι;
Βοιωτός
νεὶ τὸν Ἰόλαον ἐπεχαρίττα γ᾽ ὦ ξένε·
Θείβαθε γὰρ φυσᾶντες ἐξόπισθέ μου
τἄνθια τᾶς γλάχωνος ἀπέκιξαν χαμαί.
ἀλλ᾽ εἴ τι βούλει, πρίασο τῶν ἐγὼ φέρω 870
τῶν ὀρταλίχων ἢ τῶν τετραπτερυλλίδων.

Δικ.:   ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον.
τί φέρεις;
Βοιωτός
ὅσ᾽ ἐστὶν ἀγαθὰ Βοιωτοῖς ἁπλῶς,
ὀρίγανον γλαχὼ ψιάθως θρυαλλίδας
νάσσας κολοιὼς ἀτταγᾶς φαλαρίδας 875
τροχίλως κολύμβως.

Δικ.:   ὡσπερεὶ χειμὼν ἄρα
ὀρνιθίας ἐς τὴν ἀγορὰν ἐλήλυθας.
Βοιωτός
καὶ μὰν φέρω χᾶνας λαγὼς ἀλώπεκας
σκάλοπας ἐχίνως αἰελούρως πικτίδας
ἰκτῖδας ἐνύδρως ἐγχέλεις Κωπαΐδας. 880

Δικ.:   ὦ τερπνότατον σὺ τέμαχος ἀνθρώποις φέρων,
δός μοι προσειπεῖν, εἰ φέρεις, τὰς ἐγχέλεις.
Βοιωτός
πρέσβειρα πεντήκοντα Κωπᾴδων κορᾶν,
ἔκβαθι τῶδε κἠπιχάριτται τῷ ξένῳ.

Δικ.:   ὦ φιλτάτη σὺ καὶ πάλαι ποθουμένη, 885
ἦλθες ποθεινὴ μὲν τρυγῳδικοῖς χοροῖς,
φίλη δὲ Μορύχῳ. δμῶες ἐξενέγκατε
τὴν ἐσχάραν μοι δεῦρο καὶ τὴν ῥιπίδα.
σκέψασθε παῖδες τὴν ἀρίστην ἔγχελυν,
ἥκουσαν ἕκτῳ μόλις ἔτει ποθουμένην· 890
προσείπατ᾽ αὐτὴν ὦ τέκν᾽· ἄνθρακας δ᾽ ἐγὼ
ὑμῖν παρέξω τῆσδε τῆς ξένης χάριν.
ἀλλ᾽ ἔσφερ᾽ αὐτήν· μηδὲ γὰρ θανών ποτε
σοῦ χωρὶς εἴην ἐντετευτλανωμένης.
Βοιωτός
ἐμοὶ δὲ τιμὰ τᾶσδε πᾷ γενήσεται; 895

Other books

When Empires Fall by Katie Jennings
De Potter's Grand Tour by Joanna Scott
La saga de Cugel by Jack Vance
The Wildwood Arrow by Paula Harrison
Beowulf by Frederick Rebsamen
The Perfect Death by James Andrus