Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) (103 page)


υελπίδης

ὁ πατὴρ ἄρα τῆς κορυδοῦ νυνὶ κεῖται τεθνεὼς Κεφαλῆσιν.

Πισθέταιρος

οὔκουν δῆτ᾽ εἰ πρότεροι μὲν γῆς πρότεροι δὲ θεῶν ἐγένοντο,
ὡς πρεσβυτάτων αὐτῶν ὄντῶν ὀρθῶς ἐσθ᾽ ἡ βασιλεία;


υελπίδης

νὴ τὸν Ἀπόλλω: πάνυ τοίνυν χρὴ ῥύγχος βόσκειν σε τὸ λοιπόν:
480
οὐκ ἀποδώσει ταχέως ὁ Ζεὺς τὸ σκῆπτρον τῷ δρυκολάπτῃ.

Πισθέταιρος

ὡς δ᾽ οὐχὶ θεοὶ τοίνυν ἦρχον τῶν ἀνθρώπων τὸ παλαιόν,
ἀλλ᾽ ὄρνιθες, κἀβασίλευον, πόλλ᾽ ἐστὶ τεκμήρια τούτων.
αὐτίκα δ᾽ ὑμῖν πρῶτ᾽ ἐπιδείξω τὸν ἀλεκτρυόν᾽, ὡς ἐτυράννει
ἦρχέ τε Περσῶν πρῶτον πάντων Δαρείου καὶ Μεγαβάζου,
485
ὥστε καλεῖται Περσικὸς ὄρνις ἀπὸ τῆς ἀρχῆς ἔτ᾽ ἐκείνης.


υελπίδης

διὰ ταῦτ᾽ ἄρ᾽ ἔχων καὶ νῦν ὥσπερ βασιλεὺς ὁ μέγας διαβάσκει
ἐπὶ τῆς κεφαλῆς τὴν κυρβασίαν τῶν ὀρνίθων μόνος ὀρθήν.

Πισθέταιρος

οὕτω δ᾽ ἴσχυσέ τε καὶ μέγας ἦν τότε καὶ πολύς, ὥστ᾽ ἔτι καὶ νῦν
ὑπὸ τῆς ῥώμης τῆς τότ᾽ ἐκείνης, ὁπόταν μόνον ὄρθριον ᾁσῃ,
490
ἀναπηδῶσιν πάντες ἐπ᾽ ἔργον χαλκῆς κεραμῆς σκυλοδέψαι
σκυτῆς βαλανῆς ἀλφιταμοιβοὶ τορνευτολυρασπιδοπηγοί:
οἱ δὲ βαδίζουσ᾽ ὑποδησάμενοι νύκτωρ.


υελπίδης
ἐμὲ τοῦτό γ᾽ ἐρώτα.
χλαῖναν γὰρ ἀπώλεσ᾽ ὁ μοχθηρὸς Φρυγίων ἐρίων διὰ τοῦτον.
ἐς δεκάτην γάρ ποτε παιδαρίου κληθεὶς ὑπέπινον ἐν ἄστει,
495
κἄρτι καθηῦδον, καὶ πρὶν δειπνεῖν τοὺς ἄλλους οὗτος ἄρ᾽ ᾖσεν:
κἀγὼ νομίσας ὄρθρον ἐχώρουν Ἀλιμουντάδε, κἄρτι προκύπτω
ἔξω τείχους καὶ λωποδύτης παίει ῥοπάλῳ με τὸ νῶτον:
κἀγὼ πίπτω μέλλω τε βοᾶν, ὁ δ᾽ ἀπέβλισε θοἰμάτιόν μου.

Πισθέταιρος

ἰκτῖνος δ᾽ οὖν τῶν Ἑλλήνων ἦρχεν τότε κἀβασίλευεν.

Χορός

500
τῶν Ἑλλήνων;

Πισθέταιρος
καὶ κατέδειξέν γ᾽ οὗτος πρῶτος βασιλεύων
προκυλινδεῖσθαι τοῖς ἰκτίνοις.


υελπίδης
νὴ τὸν Διόνυσον, ἐγὼ γοῦν
ἐκυλινδούμην ἰκτῖνον ἰδών: κᾆθ᾽ ὕπτιος ὢν ἀναχάσκων
ὀβολὸν κατεβρόχθισα: κᾆτα κενὸν τὸν θύλακον οἴκαδ᾽ ἀφεῖλκον.

Πισθέταιρος

Αἰγύπτου δ᾽ αὖ καὶ Φοινίκης πάσης κόκκυξ βασιλεὺς ἦν:
505
χὠπόθ᾽ ὁ κόκκυξ εἴποι ‘κόκκυ,’ τότ᾽ ἂν οἱ Φοίνικες ἅπαντες
τοὺς πυροὺς ἂν καὶ τὰς κριθὰς ἐν τοῖς πεδίοις ἐθέριζον.


υελπίδης

τοῦτ᾽ ἄρ᾽ ἐκεῖν᾽ ἦν τοὔπος ἀληθῶς: ‘κόκκυψωλοὶ πεδίονδε.’

Πισθέταιρος

ἦρχον δ᾽ οὕτω σφόδρα τὴν ἀρχήν, ὥστ᾽ εἴ τις καὶ βασιλεύοι
ἐν ταῖς πόλεσιν τῶν Ἑλλήνων Ἀγαμέμνων ἢ Μενέλαος,
510
ἐπὶ τῶν σκήπτρων ἐκάθητ᾽ ὄρνις μετέχων ὅ τι δωροδοκοίη.


υελπίδης

τουτὶ τοίνυν οὐκ ᾔδη ‘γώ: καὶ δῆτά μ᾽ ἐλάμβανε θαῦμα,
ὁπότ᾽ ἐξέλθοι Πρίαμός τις ἔχων ὄρνιν ἐν τοῖσι τραγῳδοῖς,
ὁ δ᾽ ἄρ᾽ εἱστήκει τὸν Λυσικράτη τηρῶν ὅ τι δωροδοκοίη.

Πισθέταιρος

ὃ δὲ δεινότατόν γ᾽ ἐστὶν ἁπάντων, ὁ Ζεὺς γὰρ ὁ νῦν βασιλεύων
515
αἰετὸν ὄρνιν ἕστηκεν ἔχων ἐπὶ τῆς κεφαλῆς βασιλεὺς ὤν,
ἡ δ᾽ αὖ θυγάτηρ γλαῦχ᾽, ὁ δ᾽ Ἀπόλλων ὥσπερ θεράπων ἱέρακα.


υελπίδης

νὴ τὴν Δήμητρ᾽ εὖ ταῦτα λέγεις. τίνος οὕνεκα ταῦτ᾽ ἄρ᾽ ἔχουσιν;

Πισθέταιρος

ἵν᾽ ὅταν θύων τις ἔπειτ᾽ αὐτοῖς ἐς τὴν χεῖρ᾽, ὡς νόμος ἐστίν,
τὰ σπλάγχνα διδῷ, τοῦ Διὸς αὐτοὶ πρότεροι τὰ σπλάγχνα λάβωσιν.
520
ὤμνυ τ᾽ οὐδεὶς τότ᾽ ἂν ἀνθρώπων θεόν, ἀλλ᾽ ὄρνιθας ἅπαντες:
Λάμπων δ᾽ ὄμνυσ᾽ ἔτι καὶ νυνὶ τὸν χῆν᾽, ὅταν ἐξαπατᾷ τι.
οὕτως ὑμᾶς πάντες πρότερον μεγάλους ἁγίους τ᾽ ἐνόμιζον,

Πισθέταιρος

νῦν δ᾽ ἀνδράποδ᾽ ἠλιθίους Μανᾶς:
ὥσπερ δ᾽ ἤδη τοὺς μαινομένους
525
βάλλουσ᾽ ὑμᾶς, κἀν τοῖς ἱεροῖς
πᾶς τις ἐφ᾽ ὑμῖν ὀρνιθευτὴς
ἵστησι βρόχους παγίδας ῥάβδους
ἕρκη νεφέλας δίκτυα πηκτάς:
εἶτα λαβόντες πωλοῦσ᾽ ἁθρόους:
530
οἱ δ᾽ ὠνοῦνται βλιμάζοντες:
κοὐδ᾽ οὖν, εἴπερ ταῦτα δοκεῖ δρᾶν,
ὀπτησάμενοι παρέθενθ᾽ ὑμᾶς,
ἀλλ᾽ ἐπικνῶσιν τυρὸν ἔλαιον
σίλφιον ὄξος καὶ τρίψαντες
535
κατάχυσμ᾽ ἕτερον γλυκὺ καὶ λιπαρόν,
κἄπειτα κατεσκέδασαν θερμὸν
τοῦτο καθ᾽ ὑμῶν
αὐτῶν ὥσπερ κενεβρείων.
Χορός

πολὺ δὴ πολὺ δὴ χαλεπωτάτους λόγους
540
ἤνεγκας ἄνθρωφ᾽. ὡς ἐδάκρυσά γ᾽ ἐμῶν
πατέρων κάκην, οἳ
τάσδε τὰς τιμὰς προγόνων παραδόντων
ἐπ᾽ ἐμοῦ κατέλυσαν.
σὺ δέ μοι κατὰ δαίμονα καί τινα συντυχίαν
545
ἀγαθὴν ἥκεις ἐμοὶ σωτήρ.
ἀναθεὶς γὰρ ἐγώ σοι
τὰ νεοττία κἀμαυτὸν οἰκήσω.
Χορός

ἀλλ᾽ ὅ τι χρὴ δρᾶν, σὺ δίδασκε παρών: ὡς ζῆν οὐκ ἄξιον ἡμῖν,
εἰ μὴ κομιούμεθα παντὶ τρόπῳ τὴν ἡμετέραν βασιλείαν.
Πισθέταιρος

550
καὶ δὴ τοίνυν πρῶτα διδάσκω μίαν ὀρνίθων πόλιν εἶναι,
κἄπειτα τὸν ἀέρα πάντα κύκλῳ καὶ πᾶν τουτὶ τὸ μεταξὺ
περιτειχίζειν μεγάλαις πλίνθοις ὀπταῖς ὥσπερ Βαβυλῶνα.


ποψ

ὦ Κεβριόνη καὶ Πορφυρίων ὡς σμερδαλέον τὸ πόλισμα.

Πισθέταιρος

κἄπειτ᾽ ἢν τοῦτ᾽ ἐπανεστήκῃ, τὴν ἀρχὴν τὸν Δί᾽ ἀπαιτεῖν:
555
κἂν μὲν μὴ φῇ μηδ᾽ ἐθελήσῃ μηδ᾽ εὐθὺς γνωσιμαχήσῃ,
ἱερὸν πόλεμον πρωὐδᾶν αὐτῷ, καὶ τοῖσι θεοῖσιν ἀπειπεῖν
διὰ τῆς χώρας τῆς ὑμετέρας ἐστυκόσι μὴ διαφοιτᾶν,
ὥσπερ πρότερον μοιχεύσοντες τὰς Ἀλκμήνας κατέβαινον
καὶ τὰς Ἀλόπας καὶ τὰς Σεμέλας: ἤνπερ δ᾽ ἐπίωσ᾽, ἐπιβάλλειν
560
σφραγῖδ᾽ αὐτοῖς ἐπὶ τὴν ψωλήν, ἵνα μὴ βινῶσ᾽ ἔτ᾽ ἐκείνας.
τοῖς δ᾽ ἀνθρώποις ὄρνιν ἕτερον πέμψαι κήρυκα κελεύω,
ὡς ὀρνίθων βασιλευόντων θύειν ὄρνισι τὸ λοιπόν,
κἄπειτα θεοῖς ὕστερον αὖθις: προσνείμασθαι δὲ πρεπόντως
τοῖσι θεοῖσιν τῶν ὀρνίθων ὃς ἂν ἁρμόττῃ καθ᾽ ἕκαστον:
565
ἢν Ἀφροδίτῃ θύῃ, πυροὺς ὄρνιθι φαληρίδι θύειν:
ἢν δὲ Ποσειδῶνί τις οἶν θύῃ, νήττῃ πυροὺς καθαγίζειν:
ἢν δ᾽ Ἡρακλέει θύῃ τι, λάρῳ ναστοὺς θύειν μελιτοῦντας:
κἂν Διὶ θύῃ βασιλεῖ κριόν, βασιλεύς ἐστ᾽ ὀρχίλος ὄρνις,
ᾧ προτέρῳ δεῖ τοῦ Διὸς αὐτοῦ σέρφον ἐνόρχην σφαγιάζειν.


υελπίδης

570
ἥσθην σέρφῳ σφαγιαζομένῳ. βροντάτω νῦν ὁ μέγας Ζάν.

Χορός

καὶ πῶς ἡμᾶς νομιοῦσι θεοὺς ἄνθρωποι κοὐχὶ κολοιούς,
οἳ πετόμεσθα πτέρυγάς τ᾽ ἔχομεν;

Πισθέταιρος
ληρεῖς: καὶ νὴ Δί᾽ ὅ γ᾽ Ἑρμῆς
πέτεται θεὸς ὢν πτέρυγάς τε φορεῖ, κἄλλοι γε θεοὶ πάνυ πολλοί.
αὐτίκα Νίκη πέτεται πτερύγοιν χρυσαῖν καὶ νὴ Δί᾽ Ἔρως γε:
575
Ἥρην δέ γ᾽ Ὅμηρος ἔφασκ᾽ ἰκέλην εἶναι τρήρωνι πελείῃ.


υελπίδης

ὁ Ζεὺς δ᾽ ἡμῖν οὐ βροντήσας πέμψει πτερόεντα κεραυνόν;

Πισθέταιρος

ἢν δ᾽ οὖν ὑμᾶς μὲν ὑπ᾽ ἀγνοίας εἶναι νομίσωσι τὸ μηδέν,
τούτους δὲ θεοὺς τοὺς ἐν Ὀλύμπῳ τότε χρὴ στρούθων νέφος ἀρθὲν
καὶ σπερμολόγων ἐκ τῶν ἀγρῶν τὸ σπέρμ᾽ αὐτῶν ἀνακάψαι:
580
κἄπειτ᾽ αὐτοῖς ἡ Δημήτηρ πυροὺς πεινῶσι μετρείτω.


υελπίδης

οὐκ ἐθελήσει μὰ Δί᾽, ἀλλ᾽ ὄψει προφάσεις αὐτὴν παρέχουσαν.

Πισθέταιρος

οἱ δ᾽ αὖ κόρακες τῶν ζευγαρίων, οἷσιν τὴν γῆν καταροῦσιν,
καὶ τῶν προβάτων τοὺς ὀφθαλμοὺς ἐκκοψάντων ἐπὶ πείρᾳ:
εἶθ᾽ ὅ γ᾽ Ἀπόλλων ἰατρός γ᾽ ὢν ἰάσθω: μισθοφορεῖ δέ.


υελπίδης

585
μὴ πρίν γ᾽ ἂν ἐγὼ τὼ βοιδαρίω τὠμὼ πρώτιστ᾽ ἀποδῶμαι.

Πισθέταιρος

ἢν δ᾽ ἡγῶνται σὲ θεὸν σὲ βίον σὲ δὲ γῆν σὲ Κρόνον σὲ Ποσειδῶ,
ἀγάθ᾽ αὐτοῖσιν πάντα παρέσται.


ποψ
λέγε δή μοι τῶν ἀγαθῶν ἕν.

Πισθέταιρος

πρῶτα μὲν αὐτῶν τὰς οἰνάνθας οἱ πάρνοπες οὐ κατέδονται,
ἀλλὰ γλαυκῶν λόχος εἷς αὐτοὺς καὶ κερχνῄδων ἐπιτρίψει.
590
εἶθ᾽ οἱ κνῖπες καὶ ψῆνες ἀεὶ τὰς συκᾶς οὐ κατέδονται,
ἀλλ᾽ ἀναλέξει πάντας καθαρῶς αὐτοὺς ἀγέλη μία κιχλῶν.


ποψ

πλουτεῖν δὲ πόθεν δώσομεν αὐτοῖς; καὶ γὰρ τούτου σφόδρ᾽ ἐρῶσιν.

Πισθέταιρος

τὰ μέταλλ᾽ αὐτοῖς μαντευομένοις οὗτοι δώσουσι τὰ χρηστά,
τάς τ᾽ ἐμπορίας τὰς κερδαλέας πρὸς τὸν μάντιν κατεροῦσιν,
595
ὥστ᾽ ἀπολεῖται τῶν ναυκλήρων οὐδείς.


ποψ
πῶς οὐκ ἀπολεῖται;

Πισθέταιρος

προερεῖ τις ἀεὶ τῶν ὀρνίθων μαντευομένῳ περὶ τοῦ πλοῦ:
‘νυνὶ μὴ πλεῖ, χειμὼν ἔσται:’ ‘νυνὶ πλεῖ, κέρδος ἐπέσται.’


υελπίδης

γαῦλον κτῶμαι καὶ ναυκληρῶ, κοὐκ ἂν μείναιμι παρ᾽ ὑμῖν.

Πισθέταιρος

τοὺς θησαυρούς τ᾽ αὐτοῖς δείξουσ᾽ οὓς οἱ πρότεροι κατέθεντο
600
τῶν ἀργυρίων: οὗτοι γὰρ ἴσασι: λέγουσι δέ τοι τάδε πάντες,
‘οὐδεὶς οἶδεν τὸν θησαυρὸν τὸν ἐμὸν πλὴν εἴ τις ἄρ᾽ ὄρνις.’


υελπίδης

πωλῶ γαῦλον, κτῶμαι σμινύην, καὶ τὰς ὑδρίας ἀνορύττω.


ποψ

πῶς δ᾽ ὑγιείαν δώσουσ᾽ αὐτοῖς, οὖσαν παρὰ τοῖσι θεοῖσιν;

Πισθέταιρος

ἢν εὖ πράττωσ᾽, οὐχ ὑγιεία μεγάλη τοῦτ᾽ ἐστί; σάφ᾽ ἴσθι,
605
ὡς ἄνθρωπός γε κακῶς πράττων ἀτεχνῶς οὐδεὶς ὑγιαίνει.


ποψ

πῶς δ᾽ ἐς γῆράς ποτ᾽ ἀφίξονται; καὶ γὰρ τοῦτ᾽ ἔστ᾽ ἐν Ὀλύμπῳ:
ἢ παιδάρι᾽ ὄντ᾽ ἀποθνῄσκειν δεῖ;

Πισθέταιρος
μὰ Δί᾽ ἀλλὰ τριακόσι᾽ αὐτοῖς
ἔτι προσθήσουσ᾽ ὄρνιθες ἔτη.


ποψ
παρὰ τοῦ;

Πισθέταιρος
παρ᾽ ὅτου; παρ᾽ ἑαυτῶν.
οὐκ οἶσθ᾽ ὅτι πέντ᾽ ἀνδρῶν γενεὰς ζώει λακέρυζα κορώνη;


υελπίδης

610
αἰβοῖ πολλῷ κρείττους οὗτοι τοῦ Διὸς ἡμῖν βασιλεύειν.

Πισθέταιρος

οὐ γὰρ πολλῷ;
πρῶτον μέν γ᾽ οὐχὶ νεὼς ἡμᾶς
οἰκοδομεῖν δεῖ λιθίνους αὐτοῖς,
οὐδὲ θυρῶσαι χρυσαῖσι θύραις,
615
ἀλλ᾽ ὑπὸ θάμνοις καὶ πρινιδίοις
οἰκήσουσιν. τοῖς δ᾽ αὖ σεμνοῖς
τῶν ὀρνίθων δένδρον ἐλάας
ὁ νεὼς ἔσται: κοὐκ ἐς Δελφοὺς
οὐδ᾽ εἰς Ἄμμων᾽ ἐλθόντες ἐκεῖ
620
θύσομεν, ἀλλ᾽ ἐν ταῖσιν κομάροις
καὶ τοῖς κοτίνοις στάντες ἔχοντες
κριθὰς πυροὺς εὐξόμεθ᾽ αὐτοῖς
ἀνατείνοντες τὼ χεῖρ᾽ ἀγαθῶν
διδόναι τι μέρος: καὶ ταῦθ᾽ ἡμῖν
625
παραχρῆμ᾽ ἔσται
πυροὺς ὀλίγους προβαλοῦσιν.
Χορός

ὦ φίλτατ᾽ ἐμοὶ πολὺ πρεσβυτῶν ἐξ ἐχθίστου μεταπίπτων,
οὐκ ἔστιν ὅπως ἂν ἐγώ ποθ᾽ ἑκὼν τῆς σῆς γνώμης ἔτ᾽ ἀφείμην.

Χορός

ἐπαυχήσας δὲ τοῖσι σοῖς λόγοις
630
ἐπηπείλησα καὶ κατώμοσα,
ἢν σὺ παρ᾽ ἐμὲ θέμενος
ὁμόφρονας λόγους δικαίους
ἀδόλους ὁσίους
ἐπὶ θεοὺς ἴῃς, ἐμοὶ

Χορός

635
φρονῶν ξυνῳδά, μὴ πολὺν χρόνον
θεοὺς ἔτι σκῆπτρα τἀμὰ τρίψειν.

Χορός

ἀλλ᾽ ὅσα μὲν δεῖ ῥώμῃ πράττειν, ἐπὶ ταῦτα τεταξόμεθ᾽ ἡμεῖς:
ὅσα δὲ γνώμῃ δεῖ βουλεύειν, ἐπὶ σοὶ τάδε πάντ᾽ ἀνάκειται.


ποψ

καὶ μὴν μὰ τὸν Δί᾽ οὐχὶ νυστάζειν ἔτι
640
ὥρα ‘στὶν ἡμῖν οὐδὲ μελλονικιᾶν,
ἀλλ᾽ ὡς τάχιστα δεῖ τι δρᾶν: πρῶτον δέ γε
εἰσέλθετ᾽ ἐς νεοττιάν γε τὴν ἐμὴν
καὶ τἀμὰ κάρφη καὶ τὰ παρόντα φρύγανα,
καὶ τοὔνομ᾽ ἡμῖν φράσατον.

Πισθέταιρος
ἀλλὰ ῥᾴδιον.
ἐμοὶ μὲν ὄνομα Πισθέταιρος, τῳδεδὶ
645
Εὐελπίδης Κριῶθεν.


ποψ
ἀλλὰ χαίρετον
ἄμφω.

Πισθέταιρος
δεχόμεθα.


ποψ
δεῦρο τοίνυν εἴσιτον.

Πισθέταιρος

ἴωμεν: εἰσηγοῦ σὺ λαβὼν ἡμᾶς.


ποψ
ἴθι.

Πισθέταιρος

ἀτὰρ τὸ δεῖνα, δεῦρ᾽ ἐπανάκρουσαι πάλιν.
φέρ᾽ ἴδω, φράσον νῷν, πῶς ἐγώ τε χοὐτοσὶ
650
ξυνεσόμεθ᾽ ὑμῖν πετομένοις οὐ πετομένω;


ποψ

καλῶς.

Πισθέταιρος
ὅρα νυν, ὡς ἐν Αἰσώπου λόγοις
ἐστὶν λεγόμενον δή τι, τὴν ἀλώπεχ᾽, ὡς
φλαύρως ἐκοινώνησεν αἰετῷ ποτέ.


ποψ

μηδὲν φοβηθῇς: ἔστι γάρ τι ῥιζίον,
655
ὃ διατραγόντ᾽ ἔσεσθον ἐπτερωμένω.

Πισθέταιρος

οὕτω μὲν εἰσίωμεν. ἄγε δὴ Ξανθία
καὶ Μανόδωρε λαμβάνετε τὰ στρώματα.

Χορός

οὗτος σὲ καλῶ, σὲ λέγω.


ποψ
τί καλεῖς;

Χορός
τούτους μὲν ἄγων μετὰ σαυτοῦ
ἀρίστισον εὖ: τὴν δ᾽ ἡδυμελῆ ξύμφωνον ἀηδόνα Μούσαις
660
κατάλειφ᾽ ἡμῖν δεῦρ᾽ ἐκβιβάσας, ἵνα παίσωμεν μετ᾽ ἐκείνης.

Πισθέταιρος

ὦ τοῦτο μεντοι νὴ Δί᾽ αὐτοῖσιν πιθοῦ:
ἐκβίβασον ἐκ τοῦ βουτόμου τοὐρνίθιον.


υελπίδης

ἐκβίβασον αὐτοῦ πρὸς θεῶν αὐτήν, ἵνα
καὶ νὼ θεασώμεσθα τὴν ἀηδόνα.


ποψ

665
ἀλλ᾽ εἰ δοκεῖ σφῷν, ταῦτα χρὴ δρᾶν. ἡ Πρόκνη
ἔκβαινε καὶ σαυτὴν ἐπιδείκνυ τοῖς ξένοις.

Πισθέταιρος

ὦ Ζεῦ πολυτίμηθ᾽ ὡς καλὸν τοὐρνίθιον,
ὡς δ᾽ ἁπαλόν, ὡς δὲ λευκόν.


υελπίδης
ἆρά γ᾽ οἶσθ᾽ ὅτι
ἐγὼ διαμηρίζοιμ᾽ ἂν αὐτὴν ἡδέως;

Πισθέταιρος

670
ὅσον δ᾽ ἔχει τὸν χρυσόν, ὥσπερ παρθένος.


υελπίδης

ἐγὼ μὲν αὐτὴν κἂν φιλῆσαί μοι δοκῶ.

Πισθέταιρος

ἀλλ᾽ ὦ κακόδαιμον ῥύγχος ὀβελίσκοιν ἔχει.


υελπίδης

ἀλλ᾽ ὥσπερ ᾠὸν νὴ Δί᾽ ἀπολέψαντα χρὴ
ἀπὸ τῆς κεφαλῆς τὸ λέμμα κᾆθ᾽ οὕτω φιλεῖν.


ποψ

675
ἴωμεν.

Πισθέταιρος
ἡγοῦ δὴ σὺ νῷν τύχἀγαθῇ.

Χορός

ὦ φίλη, ὦ ξουθή,
ὦ φίλτατον ὀρνέων
πάντων, ξύννομε τῶν ἐμῶν
ὕμνων, ξύντροφ᾽ ἀηδοῖ,
680
ἦλθες ἦλθες ὤφθης,
ἡδὺν φθόγγον ἐμοὶ φέρουσ᾽.
ἀλλ᾽ ὦ καλλιβόαν κρέκουσ᾽
αὐλὸν φθέγμασιν ἠρινοῖς,
ἄρχου τῶν ἀναπαίστων.
Χορός

Other books

Somebody's Daughter by Jessome, Phonse;
The Seat Beside Me by Nancy Moser
Sam in the Spotlight by Anne-Marie Conway
Liam by Toni Griffin
Masque by Lexi Post
The Memory Killer by J. A. Kerley
So This Is Love by Barbara Freethy