Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) (88 page)

ὦ Ξανθία καὶ Σωσία, καθεύδετε;

Ξανθίας

οἴμοι.

Σωσίας
τί ἔστι;

Ξανθίας
Βδελυκλέων ἀνίσταται.

Βδελυκλέων

οὐ περιδραμεῖται σφῷν ταχέως δεῦρ᾽ ἅτερος;
ὁ γὰρ πατὴρ ἐς τὸν ἰπνὸν εἰσελήλυθε
140
καὶ μυσπολεῖ τι καταδεδυκώς. ἀλλ᾽ ἄθρει
κατὰ τῆς πυέλου τὸ τρῆμ᾽ ὅπως μὴ ‘κδύσεται:
σὺ δὲ τῇ θύρᾳ πρόσκεισο.

Σωσίας
ταῦτ᾽ ὦ δέσποτα.

Βδελυκλέων

ἄναξ Πόσειδον τί ποτ᾽ ἄρ᾽ ἡ κάπνη ψοφεῖ;
οὗτος τίς εἶ σύ;

Φιλοκλέων
καπνὸς ἔγωγ᾽ ἐξέρχομαι.

Βδελυκλέων

145
καπνός; φέρ᾽ ἴδω ξύλου τίνος σύ.

Φιλοκλέων
συκίνου.

Βδελυκλέων

νὴ τὸν Δί᾽ ὅσπερ γ᾽ ἐστὶ δριμύτατος καπνῶν.
ἀτὰρ οὐκέτ᾽ ἐρρήσεις γε, ποῦ ‘σθ᾽ ἡ τηλία;
δύου πάλιν: φέρ᾽ ἐπαναθῶ σοι καὶ ξύλον.
ἐνταῦθά νυν ζήτει τιν᾽ ἀλλην μηχανήν.
150
ἀτὰρ ἄθλιός γ᾽ εἴιμ᾽ ὡς ἕτερός γ᾽ οὐδεὶς ἀνήρ,
ὅστις πατρὸς νυνὶ Καπνίου κεκλήσομαι.

Σωσίας

ὅδε τὴν θύραν ὠθεῖ:

Βδελυκλέων
πιέζέ νυν σφόδρα,
εὖ κἀνδρικῶς: κἀγὼ γὰρ ἐνταῦθ᾽ ἔρχομαι.
καὶ τῆς κατακλῇδος ἐπιμελοῦ, καὶ τοῦ μοχλοῦ
155
φύλατθ᾽ ὅπως μὴ τὴν βάλανον ἐκτρώξεται.

Φιλοκλέων

τί δράσετ᾽; οὐκ ἐκφρήσετ᾽ ὦ μιαρώτατοι
δικάσοντά μ᾽, ἀλλ᾽ ἐκφεύξεται Δρακοντίδης;

Βδελυκλέων

σὺ δὲ τοῦτο βαρέως ἂν φέροις;

Φιλοκλέων
ὁ γὰρ θεὸς
μαντευομένῳ μοὔχρησεν ἐν Δελφοῖς ποτέ,
160
ὅταν τις ἐκφύγῃ μ᾽ ἀποσκλῆναι τότε.

Βδελυκλέων

Ἄπολλον ἀποτρόπαιε τοῦ μαντεύματος.

Φιλοκλέων

ἴθ᾽ ἀντιβολῶ σ᾽ ἔκφρες με, μὴ διαρραγῶ.

Βδελυκλέων

μὰ τὸν Ποσειδῶ Φιλοκλέων οὐδέποτέ γε.

Φιλοκλέων

διατρώξομαι τοίνυν ὀδὰξ τὸ δίκτυον.

Βδελυκλέων

165
ἀλλ᾽ οὐκ ἔχεις ὀδόντας.

Φιλοκλέων
οἴμοι δείλαιος:
τῶς ἄν σ᾽ ἀποκτείναιμι; πῶς; δότε μοι ξίφος
ὅπως τάχιστ᾽, ἢ πινάκιον τιμητικόν.

Βδελυκλέων

ἅνθρωπος οὗτος μέγα τι δρασείει κακόν.

Φιλοκλέων

μὰ τὸν Δί᾽ οὐ δῆτ᾽, ἀλλ᾽ ἀποδόσθαι βούλομαι
170
τὸν ὄνον ἄγων αὐτοῖσι τοῖς κανθηλίοις:
νουμηνία γάρ ἐστιν.

Βδελυκλέων
οὔκουν κἂν ἐγὼ
αὐτὸν ἀποδοίμην δῆτ᾽ ἄν;

Φιλοκλέων
οὐχ ὥσπερ γ᾽ ἐγώ.

Βδελυκλέων

μὰ Δί᾽ ἀλλ᾽ ἄμεινον.

Φιλοκλέων
ἀλλὰ τὸν ὄνον ἔξαγε.

Σωσίας

οἵαν πρόφασιν καθῆκεν, ὡς εἰρωνικῶς,
175
ἵν᾽ αὐτὸν ἐκπέμψειας.

Βδελυκλέων
ἀλλ᾽ οὐκ ἔσπασεν
ταύτῃ γ᾽: ἐγὼ γὰρ ᾐσθόμην τεχνωμένου.
ἀλλ᾽ εἰσιών μοι τὸν ὄνον ἐξάγειν δοκῶ
ὅπως ἂν ὁ γέρων μηδὲ παρακύψῃ πάλιν.
κάνθων τί κλάεις; ὅτι πεπράσει τήμερον;
180
βάδιζε θᾶττον. τί στένεις, εἰ μὴ φέρεις
Ὀδυσσέα τιν᾽;

Σωσίας
ἀλλὰ ναὶ μὰ Δία φέρει
κάτω γε τουτονί τιν᾽ ὑποδεδυκότα.

Βδελυκλέων

ποῖον; φέρ᾽ ἴδωμαι τουτονί. τουτὶ τί ἦν;
τίς εἶ ποτ᾽ ὦνθρωπ᾽ ἐτεόν;

Φιλοκλέων
Οὖτις νὴ Δία.

Βδελυκλέων

185
Οὖτις σύ; ποδαπός;

Φιλοκλέων
Ἴθακος Ἀποδρασιππίδου.

Βδελυκλέων

Οὖτις μὰ τὸν Δί᾽ οὔτι χαιρήσων γε σύ.
ὕφελκε θᾶττον αὐτόν. ὦ μιαρώτατος
ἵν᾽ ὑποδέδυκεν: ὥστ᾽ ἔμοιγ᾽ ἰνδάλλεται
ὁμοιότατος κλητῆρος εἶναι πωλίῳ.

Φιλοκλέων

190
εἰ μή μ᾽ ἐάσεθ᾽ ἥσυχον, μαχούμεθα.

Βδελυκλέων

περὶ τοῦ μαχεῖ νῷν δῆτα;

Φιλοκλέων
περὶ ὄνου σκιᾶς.

Βδελυκλέων

πονηρὸς εἶ πόρρω τέχνης καὶ παράβολος.

Φιλοκλέων

ἐγὼ πονηρός; οὐ μὰ Δί᾽ ἀλλ᾽ οὐκ οἶσθα σὺ
νῦν μ᾽ ὄντ᾽ ἄριστον: ἀλλ᾽ ἴσως, ὅταν φάγῃς
195
ὑπογάστριον γέροντος ἡλιαστικοῦ.

Βδελυκλέων

ὤθει τὸν ὄνον καὶ σαυτὸν ἐς τὴν οἰκίαν.

Φιλοκλέων

ὦ ξυνδικασταὶ καὶ Κλέων ἀμύνατε.

Βδελυκλέων

ἔνδον κέκραχθι τῆς θύρας κεκλῃμένης.
ὤθει σὺ πολλοὺς τῶν λίθων πρὸς τὴν θύραν,
200
καὶ τὴν βάλανον ἔμβαλλε πάλιν ἐς τὸν μοχλόν,
καὶ τῇ δοκῷ προσθεὶς τὸν ὅλμον τὸν μέγαν
ἀνύσας τι προσκύλισον.

Σωσίας
οἴμοι δείλαιος:
πόθεν ποτ᾽ ἐμπέπτωκέ μοι τὸ βωλίον;

Βδελυκλέων

ἴσως ἄνωθεν μῦς ἐνέβαλέ σοί ποθεν.

Σωσίας

205
μῦς; οὐ μὰ Δί᾽ ἀλλ᾽ ὑποδυόμενός τις οὑτοσὶ
ὑπὸ τῶν κεραμίδων ἡλιαστὴς ὀροφίας.

Βδελυκλέων

οἴμοι κακοδαίμων, στροῦθος ἁνὴρ γίγνεται:
ἐκπτήσεται. ποῦ ποῦ ‘στί μοι τὸ δίκτυον;
σοῦ σοῦ, πάλιν σοῦ. νὴ Δί᾽ ἦ μοι κρεῖττον ἦν
210
τηρεῖν Σκιώνην ἀντὶ τούτου τοῦ πατρός.

Σωσίας

ἄγε νυν, ἐπειδὴ τουτονὶ σεσοβήκαμεν,
κοὐκ ἔσθ᾽ ὅπως διαδὺς ἂν ἡμᾶς ἔτι λάθοι,
τί οὐκ ἀπεκοιμήθημεν ὅσον ὅσον στίλην;

Βδελυκλέων

ἀλλ᾽ ὦ πόνηρ᾽ ἥξουσιν ὀλίγον ὕστερον
215
οἱ ξυνδικασταὶ παρακαλοῦντες τουτονὶ
τὸν πατέρα.

Σωσίας
τίλέγεις; ἀλλὰ νῦν γ᾽ ὄρθρος βαθύς.

Βδελυκλέων

νὴ τὸν Δί᾽, ὀψὲ γοῦν ἀνεστήκασι νῦν.
ὡς ἀπὸ μέσων νυκτῶν γε παρακαλοῦσ᾽ ἀεί,
λύχνους ἔχοντες καὶ μινυρίζοντες μέλη
220
ἀρχαῖα μελισιδωνοφρυνιχήρατα,
οἷς ἐκκαλοῦνται τοῦτον.

Σωσίας
οὐκοῦν, ἢν δέῃ,
ἤδη ποτ᾽ αὐτοὺς τοῖς λίθοις βαλλήσομεν.

Βδελυκλέων

ἀλλ᾽ ὦ πόνηρε τὸ γένος ἤν τις ὀργίσῃ
τὸ τῶν γερόντων, ἔσθ᾽ ὅμοιον σφηκιᾷ.
225
ἔχουσι γὰρ καὶ κέντρον ἐκ τῆς ὀσφύος
ὀξύτατον, ᾧ κεντοῦσι, καὶ κεκραγότες
πηδῶσι καὶ βάλλουσιν ὥσπερ φέψαλοι.

Σωσίας

μὴ φροντίσῃς: ἐὰν ἐγὼ λίθους ἔχω,
πολλῶν δικαστῶν σφηκιὰν διασκεδῶ.

Χορός

230
χώρει πρόβαιν᾽ ἐρρωμένως. ὦ Κωμία βραδύνεις.
μὰ τὸν Δί᾽ οὐ μέντοι πρὸ τοῦ γ᾽, ἀλλ᾽ ἦσθ᾽ ἱμὰς κύνειος:
νυνὶ δὲ κρείττων ἐστί σου Χαρινάδης βαδίζειν.
ὦ Στρυμόδωρε Κονθυλεῦ, βέλτιστε συνδικαστῶν,
Εὐεργίδης ἆρ᾽ ἐστί που ‘νταῦθ᾽ ἢ Χάβης ὁ Φλυεύς;
235
πάρεσθ᾽ ὃ δὴ λοιπόν γ᾽ ἔτ᾽ ἐστίν, ἀππαπαῖ παπαιάξ,
ἥβης ἐκείνης ἡνίκ᾽ ἐν Βυζαντίῳ ξυνῆμεν
φρουροῦντ᾽ ἐγώ τε καὶ σύ: κᾆτα περιπατοῦντε νύκτωρ
τῆς ἀρτοπώλιδος λαθόντ᾽ ἐκλέψαμεν τὸν ὅλμον,
κᾆθ᾽ ἥψομεν τοῦ κορκόρου κατασχίσαντες αὐτόν.
240
ἀλλ᾽ ἐγκονῶμεν ὦνδρες, ὡς ἔσται Λάχητι νυνί:
σίμβλον δέ φασι χρημάτων ἔχειν ἅπαντες αὐτόν.
χθὲς οὖν Κλέων ὁ κηδεμὼν ἡμῖν ἐφεῖτ᾽ ἐν ὥρᾳ
ἥκειν ἔχοντας ἡμερῶν ὀργὴν τριῶν πονηρὰν
ἐπ᾽ αὐτόν, ὡς κολωμένους ὧν ἠδίκησεν. ἀλλὰ
245
σπεύδωμεν ὦνδρες ἥλικες πρὶν ἡμέραν γενέσθαι.
χωρῶμεν ἅμα τε τῷ λύχνῳ πάντῃ διασκοπῶμεν,
μή που λίθος τις ἐμποδὼν ἡμᾶς κακόν τι δράσῃ.

Παίς

τὸν πηλὸν ὦ πάτερ πάτερ τουτονὶ φύλαξαι.

Χορός

κάρφος χαμᾶθέν νυν λαβὼν τὸν λύχνον πρόμυξον.

Παίς

250
οὔκ, ἀλλὰ τῳδί μοι δοκῶ τὸν λύχνον προβύσειν.

Χορός

τί δὴ μαθὼν τῷ δακτύλῳ τὴν θρυαλλίδ᾽ ὠθεῖς,
καὶ ταῦτα τοὐλαίου σπανίζοντος ὦνόητε;
οὐ γὰρ δάκνει σ᾽, ὅταν δέῃ τίμιον πρίασθαι.

Παίς

εἰ νὴ Δί᾽ αὖθις κονδύλοις νουθετήσεθ᾽ ἡμᾶς,
255
ἀποσβέσαντες τοὺς λύχνους ἄπιμεν οἴκαδ᾽ αὐτοί:
κἄπειτ᾽ ἴσως ἐν τῷ σκότῳ τουτουὶ στερηθεὶς
τὸν πηλὸν ὥσπερ ἀτταγᾶς τυρβάσεις βαδίζων.

Χορός

ἦ μὴν ἐγὼ σοῦ χἀτέρους μείζονας κολάζω.
ἀλλ᾽ οὑτοσί μοι βόρβορος φαίνεται πατοῦντι:
260
κοὐκ ἔσθ᾽ ὅπως οὐχ ἡμερῶν τεττάρων τὸ πλεῖστον
ὕδωρ ἀναγκαίως ἔχει τὸν θεὸν ποιῆσαι.
ἔπεισι γοῦν τοῖσιν λύχνοις οὑτοιὶ μύκητες:
φιλεῖ δ᾽, ὅταν τοῦτ᾽ ᾖ, ποιεῖν ὑετὸν μάλιστα.
δεῖται δὲ καὶ τῶν καρπίμων ἅττα μή ‘στι πρῷα
265
ὕδωρ γενέσθαι κἀπιπνεῦσαι βόρειον αὐτοῖς.
τί χρῆμ᾽ ἄρ᾽ οὑκ τῆς οἰκίας τῆσδε συνδικαστὴς
πέπονθεν, ὡς οὐ φαίνεται δεῦρο πρὸς τὸ πλῆθος;
οὐ μὴν πρὸ τοῦ γ᾽ ἐφολκὸς ἦν, ἀλλὰ πρῶτος ἡμῶν
ἡγεῖτ᾽ ἂν ᾁδων Φρυνίχου: καὶ γάρ ἐστιν ἁνὴρ
270
φιλῳδός. ἀλλά μοι δοκεῖ στάντας ἐνθάδ᾽ ὦνδρες
ᾁδοντας αὐτὸν ἐκκαλεῖν, ἤν τί πως ἀκούσας
τοὐμοῦ μέλους ὑφ᾽ ἡδονῆς ἑρπύσῃ θύραζε.

Χορός

τί ποτ᾽ οὐ πρὸ θυρῶν φαίνετ᾽ ἄρ᾽ ἡμῖν ὁ γέρων οὐδ᾽ ὑπακούει;
μῶν ἀπολώλεκε τὰς
275
ἐμβάδας, ἢ προσέκοψ᾽ ἐν
τῷ σκότῳ τὸν δάκτυλόν που,
εἶτ᾽ ἐφλέγμηνεν αὐτοῦ
τὸ σφυρὸν γέροντος ὄντος;
καὶ τάχ᾽ ἂν βουβωνιῴη.
ἦ μὴν πολὺ δριμύτατός γ᾽ ἦν τῶν παρ᾽ ἡμῖν,
καὶ μόνος οὐκ ἂν ἐπείθετ᾽,
ἀλλ᾽ ὁπότ᾽ ἀντιβολοίη
τις, κάτω κύπτων ἂν οὕτω
280
‘λίθον ἕψεις,’ ἔλεγεν.
Χορός

τάχα δ᾽ ἂν διὰ τὸν χθιζινὸν ἄνθρωπον, ὃς ἡμᾶς διεδύετ᾽
ἐξαπατῶν καὶ λέγων
ὡς φιλαθήναιος ἦν καὶ
τἀν Σάμῳ πρῶτος κατείποι,
διὰ τοῦτ᾽ ὀδυνηθεὶς
εἶτ᾽ ἴσως κεῖται πυρέττων.
285
ἔστι γὰρ τοιοῦτος ἁνήρ.
ἀλλ᾽ ὦγάθ᾽ ἀνίστασο μηδ᾽ οὕτω σεαυτὸν
ἔσθιε μηδ᾽ ἀγανάκτει.
καὶ γὰρ ἀνὴρ παχὺς ἥκει
τῶν προδόντων τἀπὶ Θρᾴκης:
ὃν ὅπως ἐγχυτριεῖς.
290
ὕπαγ᾽ ὦ παῖ ὕπαγε.
Παίς

ἐθελήσεις τί μοι οὖν ὦ
πάτερ, ἤν σού τι δεηθῶ;

Χορός

πάνυ γ᾽ ὦ παιδίον. ἀλλ᾽ εἰπέ,
τί βούλει με πρίασθαι
295
καλόν; οἶμαι δέ σ᾽ ἐρεῖν ἀστραγάλους
δήπουθεν ὦ παῖ.

Παίς

μὰ Δί᾽ ἀλλ᾽ ἰσχάδας ὦ παππία:
ἥδιον γάρ.

Χορός
οὐκ ἂν
μὰ Δί᾽, εἰ κρέμαισθέ γ᾽ ὑμεῖς.

Παίς

μὰ Δί᾽ οὔ τἄρα προπέμψω σε τὸ λοιπόν.

Χορός

300
ἀπὸ γὰρ τοῦδέ με τοῦ μισθαρίου
τρίτον αὐτὸν ἔχειν ἄλφιτα δεῖ καὶ ξύλα κὤψον:
ἒ ἔ. σὺ δὲ σῦκά μ᾽ αἰτεῖς.

Παίς

ἄγε νυν ὦ πάτερ ἢν μὴ
τὸ δικαστήριον ἅρχων
305
καθίσῃ νῦν, πόθεν ὠνησόμεθ᾽
ἄριστον; ἔχεις ἐλπίδα
χρηστήν τινα νῷν ἢ
πόρον Ἕλλας ἱρὸν εὑρεῖν;

Χορός

ἀπαπαῖ φεῦ, ἀπαπαῖ φεῦ,
310
μὰ Δί᾽ οὐκ ἔγωγε νῷν οἶδ᾽
ὁπόθεν γε δεῖπνον ἔσται.

Παίς

τί με δῆτ᾽ ὦ μελέα μῆτερ ἔτικτες;

Χορός

ἵν᾽ ἐμοὶ πράγματα βόσκειν παρέχῃς.

Παίς

ἀνόνητον ἄρ᾽ ὦ θυλάκιόν σ᾽ εἶχον ἄγαλμα.
315
ἒ ἔ. πάρα νῷν στενάζειν.

Φιλοκλέων

φίλοι, τήκομαι μὲν
πάλαι διὰ τῆς ὀπῆς
ὑμῶν ὑπακούων.
ἀλλὰ γὰρ οὐχ οἷός τ᾽ εἴμ᾽
ᾁδειν. τί ποιήσω;
τηροῦμαι δ᾽ ὑπὸ τῶνδ᾽, ἐπεὶ
320
βούλομαί γε πάλαι μεθ᾽ ὑμῶν
ἐλθὼν ἐπὶ τοὺς καδίσκους
κακόν τι ποιῆσαι.
ἀλλ᾽ ὦ Ζεῦ Ζεῦ μέγα βροντήσας
ἤ με ποίησον καπνὸν ἐξαίφνης
325
ἢ Προξενίδην ἢ τὸν Σέλλου
τοῦτον τὸν ψευδαμάμαξυν.
τόλμησον ἄναξ χαρίσασθαί μοι,
πάθος οἰκτίρας: ἤ με κεραυνῷ
διατινθαλέῳ σπόδισον ταχέως,
330
κἄπειτ᾽ ἀνελών μ᾽ ἀποφυσήσας
εἰς ὀξάλμην ἔμβαλε θερμήν:
ἢ δῆτα λίθον με ποίησον ἐφ᾽ οὗ
τὰς χοιρίνας ἀριθμοῦσι.
Χορός

τίς γάρ ἐσθ᾽ ὁ ταῦτά σ᾽ εἵργων
335
κἀποκλῄων τῇ θύρᾳ; λέξον: πρὸς εὔνους γὰρ φράσεις.
Φιλοκλέων

οὑμὸς υἱός. ἀλλὰ μὴ βοᾶτε: καὶ γὰρ τυγχάνει
οὑτοσὶ πρόσθεν καθεύδων. ἀλλ᾽ ὕφεσθε τοῦ τόνου.

Χορός

τοῦ δ᾽ ἔφεξιν ὦ μάταιε ταῦτα δρᾶν σε βούλεται;
καὶ τίνα πρόφασιν ἔχων;

Φιλοκλέων

340
οὐκ ἐᾷ μ᾽ ὦνδρες δικάζειν οὐδὲ δρᾶν οὐδὲν κακόν,
ἀλλά μ᾽ εὐωχεῖν ἕτοιμός ἐστ᾽: ἐγὼ δ᾽ οὐ βούλομαι.

Χορός

τοῦτ᾽ ἐτόλμησ᾽ ὁ μιαρὸς χανεῖν
ὁ Δημολογοκλέων ὅδ᾽,
ὅτι λέγεις σύ τι περὶ τῶν νεῶν
ἀληθές. οὐ γὰρ ἄν ποθ᾽
οὗτος ἁνὴρ τοῦτ᾽ ἐτόλμησεν
λέγειν, εἰ
345
μὴ ξυνωμότης τις ἦν.
Χορός

ἀλλ᾽ ἐκ τούτων ὥρα τινά σοι ζητεῖν καινὴν ἐπίνοιαν,
ἥτις σε λάθρᾳ τἀνδρὸς τουδὶ καταβῆναι δεῦρο ποιήσει.
Φιλοκλέων

τίς ἂν οὖν εἴη; ζητεῖθ᾽ ὑμεῖς, ὡς πᾶν ἂν ἔγωγε ποιοίην:
οὕτω κιττῶ διὰ τῶν σανίδων μετὰ χοιρίνης περιελθεῖν.

Χορός

350
ἔστιν ὀπὴ δῆθ᾽ ἥντιν᾽ ἂν ἔνδοθεν οἷός τ᾽ εἴης διορύξαι,
εἶτ᾽ ἐκδῦναι ῥάκεσιν κρυφθεὶς ὥσπερ πολύμητις Ὀδυσσεύς;

Φιλοκλέων

πάντα πέφαρκται κοὐκ ἔστιν ὀπῆς οὐδ᾽ εἰ σέρφῳ διαδῦναι.
ἀλλ᾽ ἄλλο τι δεῖ ζητεῖν ὑμᾶς: ὀπίαν δ᾽ οὐκ ἔστι γενέσθαι.

Χορός

μέμνησαι δῆθ᾽, ὅτ᾽ ἐπὶ στρατιᾶς κλέψας ποτὲ τοὺς ὀβελίσκους
ἵεις σαυτὸν κατὰ τοῦ τείχους ταχέως, ὅτε Νάξος ἑάλω.

Φιλοκλέων

οἶδ᾽: ἀλλὰ τί τοῦτ᾽; οὐδὲν γὰρ τοῦτ᾽ ἐστὶν ἐκείνῳ προσόμοιον.
ἥβων γὰρ κἀδυνάμην κλέπτειν, ἴσχυόν τ᾽ αὐτὸς ἐμαυτοῦ,

Φιλοκλέων

κοὐδείς μ᾽ ἐφύλαττ᾽, ἀλλ᾽ ἐξῆν μοι
φεύγειν ἀδεῶς. νῦν δὲ ξὺν ὅπλοις
360
ἄνδρες ὁπλῖται διαταξάμενοι
κατὰ τὰς διόδους σκοπιωροῦνται,
τὼ δὲ δύ᾽ αὐτῶν ἐπὶ ταῖσι θύραις
ὥσπερ με γαλῆν κρέα κλέψασαν
τηροῦσιν ἔχοντ᾽ ὀβελίσκους.
Χορός

365
ἀλλὰ καὶ νῦν ἐκπόριζε
μηχανὴν ὅπως τάχισθ᾽: ἕως γάρ, ὦ μελίττιον.
Φιλοκλέων

διατραγεῖν τοίνυν κράτιστόν ἐστί μοι τὸ δίκτυον.
ἡ δέ μοι Δίκτυννα συγγνώμην ἔχοι τοῦ δικτύου.

Χορός

ταῦτα μὲν πρὸς ἀνδρός ἐστ᾽ ἄνοντος ἐς σωτηρίαν.
370
ἀλλ᾽ ἔπαγε τὴν γνάθον.

Φιλοκλέων

διατέτρωκται τοῦτό γ᾽. ἀλλὰ μὴ βοᾶτε μηδαμῶς,
ἀλλὰ τηρώμεσθ᾽ ὅπως μὴ Βδελυκλέων αἰσθήσεται.

Χορός

μηδὲν ὦ τᾶν δέδιθι, μηδέν:
ὡς ἐγὼ τοῦτόν γ᾽, ἐὰν γρύξῃ
τι, ποιήσω δακεῖν τὴν
375
καρδίαν καὶ τὸν περὶ ψυχῆς
δρόμον δραμεῖν, ἵν᾽ εἰδῇ
μὴ πατεῖν τὰ
τοῖν θεοῖν ψηφίσματα.
Χορός

ἀλλ᾽ ἐξάψας διὰ τῆς θυρίδος τὸ καλῴδιον εἶτα καθίμα
δήσας σαυτὸν καὶ τὴν ψυχὴν ἐμπλησάμενος Διοπείθους.
Φιλοκλέων

Other books

Over the Fence by Melanie Moreland
Mirror Image by Dennis Palumbo
Upon A Pale Horse by Russell Blake
Joe Bruzzese by Parents' Guide to the Middle School Years
Here Is Where We Meet by John Berger
Trail of Dead by Olson, Melissa F.
The Winter King by C. L. Wilson