Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) (91 page)

Βδελυκλέων

οὗτος σὺ ποῖ θεῖς;

Φιλοκλέων
ἐπὶ καδίσκους.

Βδελυκλέων
μη δαμῶς.
855
ἐγὼ γὰρ εἶχον τούσδε τοὺς ἀρυστίχους.

Φιλοκλέων

κάλλιστα τοίνυν: πάντα γὰρ πάρεστι νῷν
ὅσων δεόμεθα, πλήν γε δὴ τῆς κλεψύδρας.

Βδελυκλέων

ἡδὶ δὲ δὴ τίς ἐστιν; οὐχὶ κλεψύδρα;

Φιλοκλέων

εὖ γ᾽ ἐκπορίζεις αὐτὰ κἀπιχωρίως.

Βδελυκλέων

860
ἀλλ᾽ ὡς τάχιστα πῦρ τις ἐξενεγκάτω
καὶ μυρρίνας καὶ τὸν λιβανωτὸν ἔνδοθεν,
ὅπως ἂν εὐξώμεσθα πρῶτα τοῖς θεοῖς.

Χορός

καὶ μὴν ἡμεῖς ἐπὶ ταῖς σπονδαῖς
καὶ ταῖς εὐχαῖς
865
φήμην ἀγαθὴν λέξομεν ὑμῖν,
ὅτι γενναίως ἐκ τοῦ πολέμου
καὶ τοῦ νείκους ξυνεβήτην.
Βδελυκλέων

εὐφημία μὲν πρῶτα νῦν ὑπαρχέτω.

Χορός

ὦ Φοῖβ᾽ Ἄπολλον Πύθι᾽ ἐπ᾽ ἀγαθῇ τύχῃ
870
τὸ πρᾶγμ᾽ ὃ μηχανᾶται
ἔμπροσθεν οὗτος τῶν θυρῶν,
ἅπασιν ἡμῖν ἁρμόσαι
παυσαμένοις πλάνων.
ἰήιε Παιάν.

Βδελυκλέων

875
ὦ δέσποτ᾽ ἄναξ γεῖτον ἀγυιεῦ προθύρου προπύλαιε,
δέξαι τελετὴν καινὴν ὦναξ, ἣν τῷ πατρὶ καινοτομοῦμεν,
παῦσόν τ᾽ αὐτοῦ τοῦτο τὸ λίαν στρυφνὸν καὶ πρίνινον ἦθος,
ἀντὶ σιραίου μέλιτος μικρὸν τῷ θυμιδίῳ παραμείξας:
ἤδη δ᾽ εἶναι τοῖς ἀνθρώποις
ἤπιον αὐτόν,
880
τοὺς φεύγοντάς τ᾽ ἐλεεῖν μᾶλλον
τῶν γραψαμένων
κἀπιδακρύειν ἀντιβολούντων,
καὶ παυσάμενον τῆς δυσκολίας
ἀπὸ τῆς ὀργῆς
τὴν ἀκαλήφην ἀφελέσθαι.
Χορός

885
ξυνευχόμεσθα ταὐτά σοι κἀπᾴδομεν
νέαισιν ἀρχαῖς ἕνεκα τῶν προλελεγμένων.
εὖνοι γάρ ἐσμεν ἐξ οὗ
τὸν δῆμον ᾐσθόμεσθά σου
φιλοῦντος ὡς οὐδεὶς ἀνὴρ
890
τῶν γε νεωτέρων.
ἰήιε Παιάν.

Βδελυκλέων

εἴ τις θύρασιν ἡλιαστής, εἰσίτω:
ὡς ἡνίκ᾽ ἂν λέγωσιν οὐκ ἐσφρήσομεν.

Φιλοκλέων

τίς ἆρ᾽ ὁ φεύγων;

Βδελυκλέων
οὗτος.

Φιλοκλέων
ὅσον ἁλώσεται.

Βδελυκλέων

ἀκούετ᾽ ἤδη τῆς γραφῆς. ἐγράψατο
895
κύων Κυδαθηναιεὺς Λάβητ᾽ Αἰξωνέα
τὸν τυρὸν ἀδικεῖν ὅτι μόνος κατήσθιεν
τὸν Σικελικόν. τίμημα κλῳὸς σύκινος.

Φιλοκλέων

θάνατος μὲν οὖν κύνειος, ἢν ἅπαξ ἁλῷ.

Βδελυκλέων

καὶ μὴν ὁ φεύγων οὑτοσὶ Λάβης πάρα.

Φιλοκλέων

900
ὦ μιαρὸς οὗτος: ὡς δὲ καὶ κλέπτον βλέπει,
οἷον σεσηρὼς ἐξαπατήσειν μ᾽ οἴεται.
ποῦ δ᾽ ἔσθ᾽ ὁ διώκων, ὁ Κυδαθηναιεὺς κύων;

Κύων

αὗ αὗ.

Βδελυκλέων

πάρεστιν οὗτος.

Φιλοκλέων
ἕτερος οὗτος αὖ Λάβης.

Βδελυκλέων

ἀγαθός γ᾽ ὑλακτεῖν καὶ διαλείχειν τὰς χύτρας.
905
σίγα, κάθιζε: σὺ δ᾽ ἀναβὰς κατηγόρει.

Φιλοκλέων

φέρε νυν ἅμα τήνδ᾽ ἐγχεάμενος κἀγὼ ῥοφῶ.

Σωσίας

τῆς μὲν γραφῆς ἠκούσαθ᾽ ἣν ἐγραψάμην
ἄνδρες δικασταὶ τουτονί. δεινότατα γὰρ
ἔργων δέδρακε κἀμὲ καὶ τὸ ῥυππαπαῖ.
910
ἀποδρὰς γὰρ ἐς τὴν γωνίαν τυρὸν πολὺν
κατεσικέλιζε κἀνέπλητ᾽ ἐν τῷ σκότῳ —

Φιλοκλέων

νὴ τὸν Δί᾽ ἀλλὰ δῆλός ἐστ᾽: ἔμοιγέ τοι
τυροῦ κάκιστον ἀρτίως ἐνήρυγεν
ὁ βδελυρὸς οὗτος.

Σωσίας
κοὐ μετέδωκ᾽ αἰτοῦντί μοι.
915
καίτοι τίς ὑμᾶς εὖ ποιεῖν δυνήσεται,
ἢν μή τι κἀμοί τις προβάλλῃ τῷ κυνί;

Φιλοκλέων

οὐδὲν μετέδωκεν οὐδὲ τῷ κοινῷ γ᾽ ἐμοί.
θερμὸς γὰρ ἁνὴρ οὐδὲν ἧττον τῆς φακῆς.

Βδελυκλέων

πρὸς τῶν θεῶν μὴ προκαταγίγνωσκ᾽ ὦ πάτερ,
920
πρὶν ἄν γ᾽ ἀκούσῃς ἀμφοτέρων.

Φιλοκλέων
ἀλλ᾽ ὦγαθὲ
τὸ πρᾶγμα φανερόν ἐστιν: αὐτὸ γὰρ βοᾷ.

Σωσίας

μή νυν ἀφῆτέ γ᾽ αὐτόν, ὡς ὄντ᾽ αὖ πολὺ
κυνῶν ἁπάντων ἄνδρα μονοφαγίστατον,
ὅστις περιπλεύσας τὴν θυείαν ἐν κύκλῳ
925
ἐκ τῶν πόλεων τὸ σκῖρον ἐξεδήδοκεν.

Φιλοκλέων

ἐμοὶ δέ γ᾽ οὐκ ἔστ᾽ οὐδὲ τὴν ὑδρίαν πλάσαι.

Σωσίας

πρὸς ταῦτα τοῦτον κολάσατ᾽: οὐ γὰρ ἄν ποτε
τρέφειν δύναιτ᾽ ἂν μία λόχμη κλέπτα δύο:
ἵνα μὴ κεκλάγγω διὰ κενῆς ἄλλως ἐγώ:
930
ἐὰν δὲ μή, τὸ λοιπὸν οὐ κεκλάγξομαι.

Φιλοκλέων

ἰοὺ ἰού.
ὅσας κατηγόρησε τὰς πανουργίας.
κλέπτον τὸ χρῆμα τἀνδρός: οὐ καὶ σοὶ δοκεῖ
ὦλεκτρυόν; νὴ τὸν Δί᾽ ἐπιμύει γέ τοι.
935
ὁ θεσμοθέτης: ποῦ ‘σθ᾽ οὗτος; ἀμίδα μοι δότω.

Βδελυκλέων

αὐτὸς καθελοῦ: τοὺς μάρτυρας γὰρ ἐσκαλῶ.
Λάβητι μάρτυρας παρεῖναι τρύβλιον
δοίδυκα τυρόκνηστιν ἐσχάραν χύτραν,
καὶ τἄλλα, τὰ σκεύη τὰ προσκεκαυμένα.
940
ἀλλ᾽ ἔτι σύ γ᾽ οὐρεῖς καὶ καθίζεις οὐδέπω;

Φιλοκλέων

τοῦτον δέ γ᾽ οἶμ᾽ ἐγὼ χεσεῖσθαι τήμερον.

Βδελυκλέων

οὐκ αὖ σὺ παύσει χαλεπὸς ὢν καὶ δύσκολος,
καὶ ταῦτα τοῖς φεύγουσιν, ἀλλ᾽ ὀδὰξ ἔχει;
ἀνάβαιν᾽, ἀπολογοῦ. τί σεσιώπηκας; λέγε.

Φιλοκλέων

945
ἀλλ᾽ οὐκ ἔχειν οὗτός γ᾽ ἔοικεν ὅ τι λέγῃ.

Βδελυκλέων

οὔκ, ἀλλ᾽ ἐκεῖνό μοι δοκεῖ πεπονθέναι,
ὅπερ ποτὲ φεύγων ἔπαθε καὶ Θουκυδίδης:
ἀπόπληκτος ἐξαίφνης ἐγένετο τὰς γνάθους.
πάρεχ᾽ ἐκποδών. ἐγὼ γὰρ ἀπολογήσομαι.
950
χαλεπὸν μὲν ὦνδρες ἐστὶ διαβεβλημένου
ὑπεραποκρίνεσθαι κυνός, λέξω δ᾽ ὅμως.
ἀγαθὸς γάρ ἐστι καὶ διώκει τοὺς λύκους.

Φιλοκλέων

κλέπτης μὲν οὖν οὗτός γε καὶ ξυνωμότης.

Βδελυκλέων

μὰ Δί᾽ ἀλλ᾽ ἄριστός ἐστι τῶν νυνὶ κυνῶν
955
οἷός τε πολλοῖς προβατίοις ἐφεστάναι.

Φιλοκλέων

τί οὖν ὄφελος, τὸν τυρὸν εἰ κατεσθίει;

Βδελυκλέων

ὅ τι; σοῦ προμάχεται καὶ φυλάττει τὴν θύραν
καὶ τἄλλ᾽ ἄριστός ἐστιν: εἰ δ᾽ ὑφείλετο,
ξύγγνωθι. κιθαρίζειν γὰρ οὐκ ἐπίσταται.

Φιλοκλέων

960
ἐγὼ δ᾽ ἐβουλόμην ἂν οὐδὲ γράμματα,
ἵνα μὴ κακουργῶν ἐνέγραφ᾽ ἡμῖν τὸν λόγον.

Βδελυκλέων

ἄκουσον ὦ δαιμόνιέ μου τῶν μαρτύρων.
ἀνάβηθι τυρόκνηστι καὶ λέξον μέγα:
σὺ γὰρ ταμιεύουσ᾽ ἔτυχες. ἀπόκριναι σαφῶς,
965
εἰ μὴ κατέκνησας τοῖς στρατιώταις ἅλαβες.
φησὶ κατακνῆσαι.

Φιλοκλέων
νὴ Δί᾽ ἀλλὰ ψεύδεται.

Βδελυκλέων

ὦ δαιμόνι᾽ ἐλέει ταλαιπωρουμένους.
οὗτος γὰρ ὁ Λάβης καὶ τραχήλι᾽ ἐσθίει
καὶ τὰς ἀκάνθας, κοὐδέποτ᾽ ἐν ταὐτῷ μένει.
970
ὁ δ᾽ ἕτερος οἷός ἐστιν οἰκουρὸς μόνον.
αὐτοῦ μένων γὰρ ἅττ᾽ ἂν εἴσω τις φέρῃ
τούτων μεταιτεῖ τὸ μέρος: εἰ δὲ μή, δάκνει.

Φιλοκλέων

αἰβοῖ. τί κακόν ποτ᾽ ἔσθ᾽ ὅτῳ μαλάττομαι;
κακόν τι περιβαίνει με κἀναπείθομαι.

Βδελυκλέων

975
ἴθ᾽ ἀντιβολῶ σ᾽: οἰκτίρατ᾽ αὐτὸν ὦ πάτερε,
καὶ μὴ διαφθείρητε. ποῦ τὰ παιδία;
ἀναβαίνετ᾽ ὦ πόνηρα καὶ κνυζούμενα
αἰτεῖτε κἀντιβολεῖτε καὶ δακρύετε.

Φιλοκλέων

κατάβα κατάβα κατάβα κατάβα.

Βδελυκλέων
καταβήσομαι.
980
καίτοι τὸ κατάβα τοῦτο πολλοὺς δὴ πάνυ
ἐξηπάτηκεν. ἀτὰρ ὅμως καταβήσομαι.

Φιλοκλέων

ἐς κόρακας. ὡς οὐκ ἀγαθόν ἐστι τὸ ῥοφεῖν.
ἐγὼ γὰρ ἀπεδάκρυσα νῦν γνώμην ἐμὴν
οὐδέν ποτ᾽ ἀλλ᾽ ἢ τῆς φακῆς ἐμπλήμενος.

Βδελυκλέων

985
οὔκουν ἀποφεύγει δῆτα;

Φιλοκλέων
χαλεπὸν εἰδέναι.

Βδελυκλέων

ἴθ᾽ ὦ πατρίδιον ἐπὶ τὰ βελτίω τρέπου.
τηνδὶ λαβὼν τὴν ψῆφον ἐπὶ τὸν ὕστερον
μύσας παρᾷξον κἀπόλυσον ὦ πάτερ.

Φιλοκλέων

οὐ δῆτα: κιθαρίζειν γὰρ οὐκ ἐπίσταμαι.

Βδελυκλέων

990
φέρε νύν σε τῃδὶ τὴν ταχίστην περιάγω.

Φιλοκλέων

ὅδ᾽ ἔσθ᾽ ὁ πρότερος;

Βδελυκλέων
οὗτος:

Φιλοκλέων
αὕτη ‘νταῦθ᾽ ἔνι.

Βδελυκλέων

ἐξηπάτηται κἀπολέλυκεν οὐχ ἑκών.
φέρ᾽ ἐξεράσω.

Φιλοκλέων
πῶς ἄρ᾽ ἠγωνίσμεθα;

Βδελυκλέων

δείξειν ἔοικεν. ἐκπέφευγας ὦ Λάβης.
995
πάτερ πάτερ τί πέπονθας; οἴμοι: ποῦ ‘σθ᾽ ὕδωρ;
ἔπαιρε σαυτόν.

Φιλοκλέων
εἰπέ νυν ἐκεῖνό μοι,
ὄντως ἀπέφυγε;

Βδελυκλέων
νὴ Δί᾽:

Φιλοκλέων
οὐδέν εἰμ᾽ ἄρα.

Βδελυκλέων

μὴ φροντίσῃς ὦ δαιμόνι᾽: ἀλλ᾽ ἀνίστασο.

Φιλοκλέων

πῶς οὖν ἐμαυτῷ τοῦτ᾽ ἐγὼ ξυνείσομαι,
1000
φεύγοντ᾽ ἀπολύσας ἄνδρα; τί ποτε πείσομαι;
ἀλλ᾽ ὦ πολυτίμητοι θεοὶ ξύγγνωτέ μοι:
ἄκων γὰρ αὔτ᾽ ἔδρασα κοὐ τοὐμοῦ τρόπου.

Βδελυκλέων

καὶ μηδὲν ἀγανάκτει γ᾽. ἐγὼ γάρ σ᾽ ὦ πάτερ
θρέψω καλῶς, ἄγων μετ᾽ ἐμαυτοῦ πανταχοῖ,
1005
ἐπὶ δεῖπνον, ἐς ξυμπόσιον, ἐπὶ θεωρίαν,
ὥσθ᾽ ἡδέως διάγειν σε τὸν λοιπὸν χρόνον:
κοὐκ ἐγχανεῖταί σ᾽ ἐξαπατῶν Ὑπέρβολος.
ἀλλ᾽ εἰσίωμεν.

Φιλοκλέων
ταῦτά νυν, εἴπερ δοκεῖ.

Χορός

ἀλλ᾽ ἴτε χαίροντες ὅποι βούλεσθ᾽.
1010
ὑμεῖς δὲ τέως ὦ μυριάδες
ἀναρίθμητοι,
νῦν τὰ μέλλοντ᾽ εὖ λέγεσθαι
μὴ πέσῃ φαύλως χαμᾶζ᾽
εὐλαβεῖσθε.
τοῦτο γὰρ σκαιῶν θεατῶν
ἐστὶ πάσχειν, κοὐ πρὸς ὑμῶν.
Χορός

1015
νῦν αὖτε λεῲ προσέχετε τὸν νοῦν, εἴπερ καθαρόν τι φιλεῖτε.
μέμψασθαι γὰρ τοῖσι θεαταῖς ὁ ποιητὴς νῦν ἐπιθυμεῖ.
ἀδικεῖσθαι γάρ φησιν πρότερος πόλλ᾽ αὐτοὺς εὖ πεποιηκώς,
τὰ μὲν οὐ φανερῶς ἀλλ᾽ ἐπικουρῶν κρύβδην ἑτέροισι ποιηταῖς,
μιμησάμενος τὴν Εὐρυκλέους μαντείαν καὶ διάνοιαν,
1020
εἰς ἀλλοτρίας γαστέρας ἐνδὺς κωμῳδικὰ πολλὰ χέασθαι:
μετὰ τοῦτο δὲ καὶ φανερῶς ἤδη κινδυνεύων καθ᾽ ἑαυτόν,
οὐκ ἀλλοτρίων ἀλλ᾽ οἰκείων Μουσῶν στόμαθ᾽ ἡνιοχήσας.
ἀρθεὶς δὲ μέγας καὶ τιμηθεὶς ὡς οὐδεὶς πώποτ᾽ ἐν ὑμῖν,
οὐκ † ἐκτελέσαι † φησὶν ἐπαρθεὶς οὐδ᾽ ὀγκῶσαι τὸ φρόνημα,
1025
οὐδὲ παλαίστρας περικωμάζειν πειρῶν: οὐδ᾽ εἴ τις ἐραστὴς
κωμῳδεῖσθαι παιδίχ᾽ ἑαυτοῦ μισῶν ἔσπευσε πρὸς αὐτόν,
οὐδενὶ πώποτέ φησι πιθέσθαι, γνώμην τιν᾽ ἔχων ἐπιεικῆ,
ἵνα τὰς Μούσας αἷσιν χρῆται μὴ προαγωγοὺς ἀποφήνῃ.
οὐδ᾽ ὅτε πρῶτόν γ᾽ ἦρξε διδάσκειν, ἀνθρώποις φήσ᾽ ἐπιθέσθαι,
1030
ἀλλ᾽ Ἡρακλέους ὀργήν τιν᾽ ἔχων τοῖσι μεγίστοις ἐπιχειρεῖν,
θρασέως ξυστὰς εὐθὺς ἀπ᾽ ἀρχῆς αὐτῷ τῷ καρχαρόδοντι,
οὗ δεινόταται μὲν ἀπ᾽ ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον,
ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο
περὶ τὴν κεφαλήν, φωνὴν δ᾽ εἶχεν χαράδρας ὄλεθρον τετοκυίας,
1035
φώκης δ᾽ ὀσμήν, Λαμίας ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ καμήλου.
τοιοῦτον ἰδὼν τέρας οὔ φησιν δείσας καταδωροδοκῆσαι,
ἀλλ᾽ ὑπὲρ ὑμῶν ἔτι καὶ νυνὶ πολεμεῖ: φησίν τε μετ᾽ αὐτὸν
τοῖς ἠπιάλοις ἐπιχειρῆσαι πέρυσιν καὶ τοῖς πυρετοῖσιν,
οἳ τοὺς πατέρας τ᾽ ἦγχον νύκτωρ καὶ τοὺς πάππους ἀπέπνιγον,
1040
κατακλινόμενοί τ᾽ ἐπὶ ταῖς κοίταις ἐπὶ τοῖσιν ἀπράγμοσιν ὑμῶν
ἀντωμοσίας καὶ προσκλήσεις καὶ μαρτυρίας συνεκόλλων,
ὥστ᾽ ἀναπηδᾶν δειμαίνοντας πολλοὺς ὡς τὸν πολέμαρχον.
τοιόνδ᾽ εὑρόντες ἀλεξίκακον τῆς χώρας τῆσδε καθαρτήν,
πέρυσιν καταπροὔδοτε καινοτάταις σπείραντ᾽ αὐτὸν διανοίαις,
ἃς ὑπὸ τοῦ μὴ γνῶναι καθαρῶς ὑμεῖς ἐποιήσατ᾽ ἀναλδεῖς:
καίτοι σπένδων πόλλ᾽ ἐπὶ πολλοῖς ὄμνυσιν τὸν Διόνυσον
μὴ πώποτ᾽ ἀμείνον᾽ ἔπη τούτων κωμῳδικὰ μηδέν᾽ ἀκοῦσαι.
τοῦτο μὲν οὖν ἔσθ᾽ ὑμῖν αἰσχρὸν τοῖς μὴ γνοῦσιν παραχρῆμα,
ὁ δὲ ποιητὴς οὐδὲν χείρων παρὰ τοῖσι σοφοῖς νενόμισται,
εἰ παρελαύνων τοὺς ἀντιπάλους τὴν ἐπίνοιαν ξυνέτριψεν.
Χορός

ἀλλὰ τὸ λοιπὸν τῶν ποιητῶν
ὦ δαιμόνιοι τοὺς ζητοῦντας
καινόν τι λέγειν κἀξευρίσκειν
στέργετε μᾶλλον καὶ θεραπεύετε,
1055
καὶ τὰ νοήματα σῴζεσθ᾽ αὐτῶν,
ἐσβάλλετέ τ᾽ ἐς τὰς κιβωτοὺς
μετὰ τῶν μήλων. κἂν ταῦτα ποιῆθ᾽,
ὑμῖν δι᾽ ἔτους τῶν ἱματίων
ὀζήσει δεξιότητος.
Χορός

1060
ὦ πάλαι ποτ᾽ ὄντες ἡμεῖς ἄλκιμοι μὲν ἐν χοροῖς,
ἄλκιμοι δ᾽ ἐν μάχαις,
καὶ κατ᾽ αὐτὸ δὴ τοῦτο μόνον ἄνδρες ἀλκιμώτατοι:
πρίν ποτ᾽ ἦν πρὶν ταῦτα, νῦν δ᾽
οἴχεται, κύκνου τ᾽ ἔτι πολιώτεραι δὴ
1065
αἵδ᾽ ἐπανθοῦσιν τρίχες.
ἀλλὰ κἀκ τῶν λειψάνων δεῖ
τῶνδε ῥώμην νεανικὴν σχεῖν:
ὡς ἐγὼ τοὐμὸν νομίζω
γῆρας εἶναι κρεῖττον ἢ πολλῶν
κικίννους νεανιῶν καὶ
1070
σχῆμα κεὐρυπρωκτίαν.
Χορός

εἴ τις ὑμῶν ὦ θεαταὶ τὴν ἐμὴν ἰδὼν φύσιν
εἶτα θαυμάζει μ᾽ ὁρῶν μέσον διεσφηκωμένον,
ἥτις ἡμῶν ἐστὶν ἡ ‘πίνοια τῆς ἐγκεντρίδος,
ῥᾳδίως ἐγὼ διδάξω, κἂν ἄμουσος ᾖ τὸ πρίν.
1075
ἐσμὲν ἡμεῖς, οἷς πρόσεστι τοῦτο τοὐρροπύγιον,
Ἀττικοὶ μόνοι δικαίως ἐγγενεῖς αὐτόχθονες,
ἀνδρικώτατον γένος καὶ πλεῖστα τήνδε τὴν πόλιν
ὠφελῆσαν ἐν μάχαισιν, ἡνίκ᾽ ἦλθ᾽ ὁ βάρβαρος,
τῷ καπνῷ τύφων ἅπασαν τὴν πόλιν καὶ πυρπολῶν,
1080
ἐξελεῖν ἡμῶν μενοινῶν πρὸς βίαν τἀνθρήνια.
εὐθέως γὰρ ἐκδραμόντες ξὺν δορὶ ξὺν ἀσπίδι
ἐμαχόμεσθ᾽ αὐτοῖσι, θυμὸν ὀξίνην πεπωκότες,
στὰς ἀνὴρ παρ᾽ ἄνδρ᾽, ὑπ᾽ ὀργῆς τὴν χελύνην ἐσθίων:
ὑπὸ δὲ τῶν τοξευμάτων οὐκ ἦν ἰδεῖν τὸν οὐρανόν.
1085
ἀλλ᾽ ὅμως ἐωσάμεσθα ξὺν θεοῖς πρὸς ἑσπέραν.
γλαῦξ γὰρ ἡμῶν πρὶν μάχεσθαι τὸν στρατὸν διέπτετο:
εἶτα δ᾽ εἱπόμεσθα θυννάζοντες ἐς τοὺς θυλάκους,
οἱ δ᾽ ἔφευγον τὰς γνάθους καὶ τὰς ὀφρῦς κεντούμενοι:
ὥστε παρὰ τοῖς βαρβάροισι πανταχοῦ καὶ νῦν ἔτι
1090
μηδὲν Ἀττικοῦ καλεῖσθαι σφηκὸς ἀνδρικώτερον.
Χορός

ἆρα δεινὸς ἦ τόθ᾽ ὥστε πάντα μὴ δεδοικέναι,
καὶ κατεστρεψάμην
τοὺς ἐναντίους, πλέων ἐκεῖσε ταῖς τριήρεσιν;
οὐ γὰρ ἦν ἡμῖν ὅπως
1095
ῥῆσιν εὖ λέξειν ἐμέλλομεν τότ᾽, οὐδὲ
συκοφαντήσειν τινὰ
φροντίς, ἀλλ᾽ ὅστις ἐρέτης ἔσοιτ᾽
ἄριστος. τοιγαροῦν πολλὰς
πόλεις Μήδων ἑλόντες
αἰτιώτατοι φέρεσθαι
1100
τὸν φόρον δεῦρ᾽ ἐσμέν, ὃν κλέπτουσιν
οἱ νεώτεροι.
Χορός

πολλαχοῦ σκοποῦντες ἡμᾶς εἰς ἅπανθ᾽ εὑρήσετε
τοὺς τρόπους καὶ τὴν δίαιταν σφηξὶν ἐμφερεστάτους.
πρῶτα μὲν γὰρ οὐδὲν ἡμῶν ζῷον ἠρεθισμένον
1105
μᾶλλον ὀξύθυμόν ἐστιν οὐδὲ δυσκολώτερον:
εἶτα τἄλλ᾽ ὅμοια πάντα σφηξὶ μηχανώμεθα.
ξυλλεγέντες γὰρ καθ᾽ ἑσμούς, ὡσπερεὶ τἀνθρήνια,
οἱ μὲν ἡμῶν οὗπερ ἅρχων, οἱ δὲ παρὰ τοὺς ἕνδεκα,
οἱ δ᾽ ἐν ᾠδείῳ δικάζουσ᾽, οἱ δὲ πρὸς τοῖς τειχίοις
1110
ξυμβεβυσμένοι πυκνόν, νεύοντες ἐς τὴν γῆν, μόλις
ὥσπερ οἱ σκώληκες ἐν τοῖς κυττάροις κινούμενοι.
ἔς τε τὴν ἄλλην δίαιτάν ἐσμεν εὐπορώτατοι.
πάντα γὰρ κεντοῦμεν ἄνδρα κἀκπορίζομεν βίον.
ἀλλὰ γὰρ κηφῆνες ἡμῖν εἰσιν ἐγκαθήμενοι
1115
οὐκ ἔχοντες κέντρον, οἳ μένοντες ἡμῶν τοῦ φόρου
τὸν πόνον κατεσθίουσιν, οὐ ταλαιπωρούμενοι.
τοῦτο δ᾽ ἔστ᾽ ἄλγιστον ἡμῖν, ἤν τις ἀστράτευτος ὢν
ἐκροφῇ τὸν μισθὸν ἡμῶν, τῆσδε τῆς χώρας ὕπερ
μήτε κώπην μήτε λόγχην μήτε φλύκταιναν λαβών.
1120
ἀλλ᾽ ἐμοὶ δοκεῖ τὸ λοιπὸν τῶν πολιτῶν ἔμβραχυ
ὅστις ἂν μὴ ‘χῃ τὸ κέντρον, μὴ φέρειν τριώβολον.
Φιλοκλέων

Other books

Hawk Moon by Gorman, Ed
Sign of the Times by Susan Buchanan
La caverna by José Saramago
Nobody's Child (Georgia Davis Series) by Libby Fischer Hellmann
Time and Time Again by James Hilton
Tease by Immodesty Blaize
Runner: The Fringe, Book 3 by Anitra Lynn McLeod
The All of It: A Novel by Jeannette Haien