Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) (90 page)

ὅστις ἀκούω ταὔθ᾽ ἅπερ ὁ Ζεύς;
ἢν γοῦν ἡμεῖς θορυβήσωμεν,
πᾶς τίς φησιν τῶν παριόντων,
‘οἷον βροντᾷ τὸ δικαστήριον,
625
ὦ Ζεῦ βασιλεῦ.’
κἂν ἀστράψω, ποππύζουσιν
κἀγκεχόδασίν μ᾽ οἱ πλουτοῦντες
καὶ πάνυ σεμνοί.
καὶ σὺ δέδοικάς με μάλιστ᾽ αὐτός:
νὴ τὴν Δήμητρα δέδοικας, ἐγὼ δ᾽
630
ἀπολοίμην εἴ σε δέδοικα.
Χορός

οὐπώποθ᾽ οὕτω καθαρῶς
οὐδενὸς ἠκούσαμεν οὐδὲ
ξυνετῶς λέγοντος.

Φιλοκλέων

οὔκ, ἀλλ᾽ ἐρήμας ᾤεθ᾽ οὕτω ῥᾳδίως τρυγήσειν.
635
καλῶς γὰρ ᾔδειν ὡς ἐγὼ ταύτῃ κράτιστός εἰμι.

Χορός

ὡς δ᾽ ἐπὶ πάντ᾽ ἐλήλυθεν
κοὐδὲν παρῆλθεν, ὥστ᾽ ἔγωγ᾽
ηὐξανόμην ἀκούων,
κἀν μακάρων δικάζειν
640
αὐτὸς ἔδοξα νήσοις,
ἡδόμενος λέγοντι.

Φιλοκλέων

ὡς οὗτος ἤδη σκορδινᾶται κἄστιν οὐκ ἐν αὑτοῦ.

Βδελυκλέων

ἦ μὴν ἐγώ σε τήμερον σκύτη βλέπειν ποιήσω.

Χορός

δεῖ δέ σε παντοίας πλέκειν
645
εἰς ἀπόφυξιν παλάμας.
τὴν γὰρ ἐμὴν ὀργὴν πεπᾶναι
χαλεπὸν νεανίᾳ μὴ πρὸς ἐμοῦ λέγοντι.

Χορός

πρὸς ταῦτα μύλην ἀγαθὴν ὥρα ζητεῖν σοι καὶ νεόκοπτον,
ἢν μή τι λέγῃς, ἥτις δυνατὴ τὸν ἐμὸν θυμὸν κατερεῖξαι.
Βδελυκλέων

650
χαλεπὸν μὲν καὶ δεινῆς γνώμης καὶ μείζονος ἢ ‘πὶ τρυγῳδοῖς
ἰάσασθαι νόσον ἀρχαίαν ἐν τῇ πόλει ἐντετοκυῖαν.
ἀτὰρ ὦ πάτερ ἡμέτερε Κρονίδη —

Φιλοκλέων
παῦσαι καὶ μὴ πατέριζε.
εἰ μὴ γὰρ ὅπως δουλεύω ‘γώ, τουτὶ ταχέως με διδάξεις,
οὐκ ἔστιν ὅπως οὐχὶ τεθνήξεις, κἂν χρῇ σπλάγχνων μ᾽ ἀπέχεσθαι.

Βδελυκλέων

655
ἀκρόασαί νυν ὦ παππίδιον χαλάσας ὀλίγον τὸ μέτωπον:
καὶ πρῶτον μὲν λόγισαι φαύλως, μὴ ψήφοις ἀλλ᾽ ἀπὸ χειρός,
τὸν φόρον ἡμῖν ἀπὸ τῶν πόλεων συλλήβδην τὸν προσιόντα:
κἄξω τούτου τὰ τέλη χωρὶς καὶ τὰς πολλὰς ἑκατοστάς,
πρυτανεῖα μέταλλ᾽ ἀγορὰς λιμένας μεσθοὺς καὶ δημιόπρατα.
660
τούτων πλήρωμα τάλαντ᾽ ἐγγὺς δισχίλια γίγνεται ἡμῖν.
ἀπὸ τούτου νυν κατάθες μισθὸν τοῖσι δικασταῖς ἐνιαυτοῦ
ἓξ χιλιάσιν, κοὔπω πλείους ἐν τῇ χώρᾳ κατένασθεν,
γίγνεται ἡμῖν ἑκατὸν δήπου καὶ πεντήκοντα τάλαντα.

Φιλοκλέων

οὐδ᾽ ἡ δεκάτη τῶν προσιόντων ἡμῖν ἄρ᾽ ἐγίγνεθ᾽ ὁ μισθός.

Βδελυκλέων

665
μὰ Δί᾽ οὐ μέντοι.

Φιλοκλέων
καὶ ποῖ τρέπεται δὴ ‘πειτα τὰ χρήματα τἄλλα;

Βδελυκλέων

ἐς τούτους τοὺς ‘οὐχὶ προδώσω τὸν Ἀθηναίων κολοσυρτόν,
ἀλλὰ μαχοῦμαι περὶ τοῦ πλήθους ἀεί.’ σὺ γὰρ ὦ πάτερ αὐτοὺς
ἄρχειν αἱρεῖ σαυτοῦ τούτοις τοῖς ῥηματίοις περιπεφθείς.
κᾆθ᾽ οὗτοι μὲν δωροδοκοῦσιν κατὰ πεντήκοντα τάλαντα
670
ἀπὸ τῶν πόλεων ἐπαπειλοῦντες τοιαυτὶ κἀναφοβοῦντες,
‘δώσετε τὸν φόρον, ἢ βροντήσας τὴν πόλιν ὑμῶν ἀνατρέψω.’
σὺ δὲ τῆς ἀρχῆς ἀγαπᾷς τῆς σῆς τοὺς ἀργελόφους περιτρώγων.
οἱ δὲ ξύμμαχοι ὡς ᾔσθηνται τὸν μὲν σύρφακα τὸν ἄλλον
ἐκ κηθαρίον λαγαριζόμενον καὶ τραγαλιζοντα τὸ μηδέν,
675
σὲ μὲν ἡγοῦνται Κόννου ψῆφον, τούτοισι δὲ δωροφοροῦσιν
ὕρχας οἶνον δάπιδας τυρὸν μέλι σήσαμα προσκεφάλαια
φιάλας χλανίδας στεφάνους ὅρμους ἐκπώματα πλουθυγιείαν:
σοὶ δ᾽ ὧν ἄρχεις, πολλὰ μὲν ἐν γῇ πολλὰ δ᾽ ἐφ᾽ ὑγρᾷ πιτυλεύσας,
οὐδεὶς οὐδὲ σκορόδου κεφαλὴν τοῖς ἑψητοῖσι δίδωσιν.

Φιλοκλέων

680
μὰ Δί᾽ ἀλλὰ παρ᾽ Εὐχαρίδου καὐτὸς τρεῖς γ᾽ ἄγλιθας μετέπεμψα.
ἀλλ᾽ αὐτήν μοι τὴν δουλείαν οὐκ ἀποφαίνων ἀποκναίεις.

Βδελυκλέων

οὐ γὰρ μεγάλη δουλεία ‘στὶν τούτους μὲν ἅπαντας ἐν ἀρχαῖς
αὐτούς τ᾽ εἶναι καὶ τοὺς κόλακας τοὺς τούτων μισθοφοροῦντας;
σοὶ δ᾽ ἤν τις δῷ τοὺς τρεῖς ὀβολούς, ἀγαπᾷς: οὓς αὐτὸς ἐλαύνων
685
καὶ πεζομαχῶν καὶ πολιορκῶν ἐκτήσω πολλὰ πονήτας.
καὶ πρὸς τούτοις ἐπιταττόμενος φοιτᾷς, ὃ μάλιστά μ᾽ ἀπάγχει,
ὅταν εἰσελθὸν μειράκιόν σοι κατάπυγον, Χαιρέου υἱός,
ὡδὶ διαβὰς διακινηθεὶς τῷ σώματι καὶ τρυφερανθείς,
ἥκειν εἴπῃ πρῲ κἀν ὥρᾳ δικάσονθ᾽, ὡς ὅστις ἂν ὑμῶν
690
ὕστερος ἔλθῃ τοῦ σημείου, τὸ τριώβολον οὐ κομιεῖται:
αὐτὸς δὲ φέρει τὸ συνηγορικὸν δραχμήν, κἂν ὕστερος ἔλθῃ:
καὶ κοινωνῶν τῶν ἀρχόντων ἑτέρῳ τινὶ τῶν μεθ᾽ ἑαυτοῦ,
ἤν τίς τι διδῷ τῶν φευγόντων, ξυνθέντε τὸ πρᾶγμα δύ᾽ ὄντε
ἐσπουδάκατον, κᾆθ᾽ ὡς πρίονθ᾽ ὁ μὲν ἕλκει ὁ δ᾽ ἀντενέδωκε:
695
σὺ δὲ χασκάζεις τὸν κωλακρέτην, τὸ δὲ πραττόμενόν σε λέληθεν.

Φιλοκλέων

ταυτί με ποιοῦσ᾽; οἴμοι τί λέγεις; ὥς μου τὸν θῖνα ταράττεις,
καὶ τὸν νοῦν μου προσάγεις μᾶλλον, κοὐκ οἶδ᾽ ὅ τι χρῆμά με ποιεῖς.

Βδελυκλέων

σκέψαι τοίνυν ὡς ἐξόν σοι πλουτεῖν καὶ τοῖσιν ἅπασιν
ὑπὸ τῶν ἀεὶ δημιζόντων οὐκ οἶδ᾽ ὅπῃ ἐγκεκύκλησαι,
700
ὅστις πόλεων ἄρχων πλείστων ἀπὸ τοῦ Πόντου μέχρι Σαρδοῦς
οὐκ ἀπολαύεις πλὴν τοῦθ᾽ ὃ φέρεις ἀκαρῆ: καὶ τοῦτ᾽ ἐρίῳ σοι
ἐνστάζουσιν κατὰ μικρὸν ἀεὶ τοῦ ζῆν ἕνεχ᾽ ὥσπερ ἔλαιον.
βούλονται γάρ σε πένητ᾽ εἶναι: καὶ τοῦθ᾽ ὧν οὕνεκ᾽ ἐρῶ σοι,
ἵνα γιγνώσκῃς τὸν τιθασευτήν, κᾆθ᾽ ὅταν οὗτός γ᾽ ἐπισίξῃ
705
ἐπὶ τῶν ἐχθρῶν τιν᾽ ἐπιρρύξας, ἀγρίως αὐτοῖς ἐπιπηδᾷς.
εἰ γὰρ ἐβούλοντο βίον πορίσαι τῷ δήμῳ, ῥᾴδιον ἦν ἄν.
εἰσίν γε πόλεις χίλιαι αἳ νῦν τὸν φόρον ἡμῖν ἀπάγουσι:
τούτων εἴκοσιν ἄνδρας βόσκειν εἴ τις προσέταξεν ἑκάστῃ,
δύο μυριάδ᾽ ἂν τῶν δημοτικῶν ἔζων ἐν πᾶσι λαγῴοις
710
καὶ στεφάνοισιν παντοδαποῖσιν καὶ πυριάτῃ,
ἄξια τῆς γῆς ἀπολαύοντες καὶ τοῦ ‘ν Μαραθῶνι τροπαίου.
νῦν δ᾽ ὥσπερ ἐλαολόγοι χωρεῖθ᾽ ἅμα τῷ τὸν μισθὸν ἔχοντι.

Φιλοκλέων

οἴμοι τί πέπονθ᾽; ὡς νάρκη μου κατὰ τῆς χειρὸς καταχεῖται,
καὶ τὸ ξίφος οὐ δύναμαι κατέχειν, ἀλλ᾽ ἤδη μαλθακός εἰμι.

Βδελυκλέων

715
ἀλλ᾽ ὁπόταν μὲν δείσωσ᾽ αὐτοί, τὴν Εὔβοιαν διδόασιν
ὑμῖν καὶ σῖτον ὑφίστανται κατὰ πεντήκοντα μεδίμνους
ποριεῖν: ἔδοσαν δ᾽ οὐπώποτέ σοι πλὴν πρώην πέντε μεδίμνους,
καὶ ταῦτα μόλις ξενίας φεύγων ἔλαβες κατὰ χοίνικα κριθῶν.

Βδελυκλέων

ὧν οὕνεκ᾽ ἐγώ σ᾽ ἀπέκλῃον ἀεὶ
720
βόσκειν ἐθέλων καὶ μὴ τούτους
ἐγχάσκειν σοι στομφάζοντας.
καὶ νῦν ἀτεχνῶς ἐθέλω παρέχειν
ὅ τι βούλει σοι,
πλὴν κωλακρέτου γάλα πίνειν.
Χορός

725
ἦ που σοφὸς ἦν ὅστις ἔφασκεν, πρὶν ἂν ἀμφοῖν μῦθον ἀκούσῃς,
οὐκ ἂν δικάσαις. σὺ γὰρ οὖν νῦν μοι νικᾶν πολλῷ δεδόκησαι:
ὥστ᾽ ἤδη τὴν ὀργὴν χαλάσας τοὺς σκίπωνας καταβάλλω.
ἀλλ᾽ ὦ τῆς ἡλικίας ἡμῖν τῆς αὐτῆς συνθιασῶτα,
Χορός

πιθοῦ πιθοῦ λόγοισι, μηδ᾽ ἄφρων γένῃ
730
μηδ᾽ ἀτενὴς ἄγαν ἀτεράμων τ᾽ ἀνήρ.
εἴθ᾽ ὤφελέν μοι κηδεμὼν ἢ ξυγγενὴς
εἶναί τις ὅστις τοιαῦτ᾽ ἐνουθέτει.
σοὶ δὲ νῦν τις θεῶν παρὼν ἐμφανὴς
ξυλλαμβάνει τοῦ πράγματος,
735
καὶ δῆλός ἐστιν εὖ ποιῶν:
σὺ δὲ παρὼν δέχου.

Βδελυκλέων

καὶ μὴν θρέψω γ᾽ αὐτὸν παρέχων
ὅσα πρεσβύτῃ ξύμφορα, χόνδρον
λείχειν, χλαῖναν μαλακήν, σισύραν,
πόρνην, ἥτις τὸ πέος τρίψει
740
καὶ τὴν ὀσφῦν.
ἀλλ᾽ ὅτι σιγᾷ κοὐδὲν γρύζει,
τοῦτ᾽ οὐ δύναταί με προσέσθαι.

Χορός

νενουθέτηκεν αὑτὸν ἐς τὰ πράγμαθ᾽, οἶς
τότ᾽ ἐπεμαίνετ᾽: ἔγνωκε γὰρ ἀρτίως,
745
λογίζεταί τ᾽ ἐκεῖνα πάνθ᾽ ἁμαρτίας
ἃ σοῦ κελεύοντος οὐκ ἐπείθετο.
νῦν δ᾽ ἴσως τοῖσι σοῖς λόγοις πείθεται
καὶ σωφρονεῖ μέντοι μεθιστὰς
ἐς τὸ λοιπὸν τὸν τρόπον
πιθόμενός τέ σοι.

Φιλοκλέων

ἰώ μοί μοι.

Βδελυκλέων
οὗτος τί βοᾷς;

Φιλοκλέων

750
μή μοι τούτων μηδὲν ὑπισχνοῦ.
κείνων ἔραμαι, κεῖθι γενοίμαν,
ἵν᾽ ὁ κῆρύξ φησι, ‘τίς ἀψήφιστος; ἀνιστάσθω.’
κἀπισταίην ἐπὶ τοῖς κημοῖς
755
ψηφιζομένων ὁ τελευταῖος.
σπεῦδ᾽ ὦ ψυχή. ποῦ μοι ψυχή;
πάρες ὦ σκιερά. μὰ τὸν Ἡρακλέα
μή νυν ἔτ᾽ ἐγὼ ‘ν τοῖσι δικασταῖς
κλέπτοντα Κλέωνα λάβοιμι.

Βδελυκλέων

760
ἴθ᾽ ὦ πάτερ πρὸς τῶν θεῶν ἐμοὶ πιθοῦ.

Φιλοκλέων

τί σοι πίθωμαι; λέγ᾽ ὅ τι βούλει πλὴν ἑνός.

Βδελυκλέων

ποίου; φέρ᾽ ἴδω.

Φιλοκλέων
τοῦ μὴ δικάζειν. τοῦτο δὲ
Ἅιδης διακρινεῖ πρότερον ἢ ‘γὼ πείσομαι.

Βδελυκλέων

σὺ δ᾽ οὖν, ἐπειδὴ τοῦτο κεχάρηκας ποιῶν,
765
ἐκεῖσε μὲν μηκέτι βάδιζ᾽, ἀλλ᾽ ἐνθάδε
αὐτοῦ μένων δίκαζε τοῖσιν οἰκέταις.

Φιλοκλέων

περὶ τοῦ; τί ληρεῖς;

Βδελυκλέων
ταὔθ᾽ ἅπερ ἐκεῖ πράττεται:
ὅτι τὴν θύραν ἀνέῳξεν ἡ σηκὶς λάθρᾳ,
ταύτης ἐπιβολὴν ψηφιεῖ μίαν μόνην.
770
πάντως δὲ κἀκεῖ ταῦτ᾽ ἔδρας ἑκάστοτε.
καὶ ταῦτα μέν νυν εὐλόγως, ἢν ἐξέχῃ
ἕλη κατ᾽ ὄρθρον, ἡλιάσει πρὸς ἥλιον:
ἐὰν δὲ νείφῃ, πρὸς τὸ πῦρ καθήμενος:
ὕοντος εἴσει: κἄν ἔγρῃ μεσημβρινός,
775
οὐδείς σ᾽ ἀποκλῄσει θεσμοθέτης τῇ κιγκλίδι.

Φιλοκλέων

τουτί μ᾽ ἀρέσκει.

Βδελυκλέων
πρὸς δὲ τούτοις γ᾽, ἢν δίκην
λέγῃ μακράν τις, οὐχὶ πεινῶν ἀναμενεῖς
δάκνων σεαυτὸν καὶ τὸν ἀπολογούμενον.

Φιλοκλέων

πῶς οὖν διαγιγνώσκειν καλῶς δυνήσομαι
780
ὥσπερ πρότερον τὰ πράγματ᾽ ἔτι μασώμενος;

Βδελυκλέων

πολλῷ γ᾽ ἄμεινον: καὶ λέγεται γὰρ τουτογί,
ὡς οἱ δικασταὶ ψευδομένων τῶν μαρτύρων
μόλις τὸ πρᾶγμ᾽ ἔγνωσαν ἀναμασώμενοι.

Φιλοκλέων

ἀνά τό με πείθεις. ἀλλ᾽ ἐκεῖν᾽ οὔπω λέγεις,
785
τὸν μισθὸν ὁπόθεν λήψομαι.

Βδελυκλέων
παρ᾽ ἐμοῦ.

Φιλοκλέων
καλῶς,
ὁτιὴ κατ᾽ ἐμαυτὸν κοὐ μεθ᾽ ἑτέρου λήψομαι.
αἴσχιστα γάρ τοί μ᾽ ἠργάσατο Λυσίστρατος
ὁ σκωπτόλης. δραχμὴν μετ᾽ ἐμοῦ πρώην λαβὼν
ἐλθὼν διεκερματίζετ᾽ ἐν τοῖς ἰχθύσιν,
790
κἄπειτ᾽ ἐνέθηκε τρεῖς λοπίδας μοι κεστρέων:
κἀγὼ ‘νέκαψ᾽: ὀβολοὺς γὰρ ᾠόμην λαβεῖν:
κᾆτα βδελυχθεὶς ὀσφρόμενος ἐξέπτυσα:
κᾆθ᾽ εἷλκον αὐτόν.

Βδελυκλέων
ὁ δὲ τί πρὸς ταῦτ᾽ εἶφ᾽;

Φιλοκλέων
ὅ τι;
ἀλεκτρυόνος μ᾽ ἔφασκε κοιλίαν ἔχειν:
795
‘ταχὺ γοῦν καθέψεις τἀργύριον,’ ἦ δ᾽ ὃς λέγων.

Βδελυκλέων

ὁρᾷς ὅσον καὶ τοῦτο δῆτα κερδανεῖς.

Φιλοκλέων

οὐ πάνυ τι μικρόν. ἀλλ᾽ ὅπερ μέλλεις ποίει.

Βδελυκλέων

ἀνάμενέ νυν: ἐγὼ δὲ ταῦθ᾽ ἥξω φέρων.

Φιλοκλέων

ὅρα τὸ χρῆμα, τὰ λόγι᾽ ὡς περαίνεται.
800
ἠκηκόη γὰρ ὡς Ἀθηναῖοί ποτε
δικάσοιεν ἐπὶ ταῖς οἰκίαισι τὰς δίκας,
κἀν τοῖς προθύροις ἐνοικοδομήσοι πᾶς ἀνὴρ
αὑτῷ δικαστηρίδιον μικρὸν πάνυ,
ὥσπερ Ἑκάταιον, πανταχοῦ πρὸ τῶν θυρῶν.

Βδελυκλέων

805
ἰδού, τί ἔτ᾽ ἐρεῖς; ὡς ἅπαντ᾽ ἐγὼ φέρω
ὅσαπερ ἔφασκον, κἄτι πολλῷ πλείονα.
ἀμὶς μέν, ἢν οὐρητιάσῃς, αὑτηὶ
παρά σοι κρεμήσετ᾽ ἐγγὺς ἐπὶ τοῦ παττάλου.

Φιλοκλέων

σοφόν γε τουτὶ καὶ γέροντι πρόσφορον
810
ἐξηῦρες ἀτεχνῶς φάρμακον στραγγουρίας.

Βδελυκλέων

καὶ πῦρ γε τουτί: καὶ προσέστηκεν φακῆ
ῥοφεῖν, ἐὰν δέῃ τι.

Φιλοκλέων
τοῦτ᾽ αὖ δεξιόν:
κἂν γὰρ πυρέττω, τόν γε μισθὸν λήψομαι.
αὐτοῦ μένων γὰρ τὴν φακῆν ῥοφήσομαι.
815
ἀτὰρ τί τὸν ὄρνιν ὡς ἔμ᾽ ἐξηνέγκατε;

Βδελυκλέων

ἵνα γ᾽, ἢν καθεύδῃς ἀπολογουμένου τινός,
ᾁδων ἄνωθεν ἐξεγείρῃ σ᾽ οὑτοσί.

Φιλοκλέων

ἓν ἔτι ποθῶ, τὰ δ᾽ ἄλλ᾽ ἀρέσκει μοι.

Βδελυκλέων
τὸ τί;

Φιλοκλέων

θἠρῷον εἴ πως ἐκκομίσαις τὸ τοῦ Λύκου.

Βδελυκλέων

820
πάρεστι τουτί, καὐτὸς ἅναξ οὑτοσί.

Φιλοκλέων

ὦ δέσποθ᾽ ἥρως ὡς χαλεπὸς ἄρ᾽ ἦσθ᾽ ἰδεῖν.

Βδελυκλέων

οἷόσπερ ἡμῖν φαίνεται Κλεώνυμος.

Φιλοκλέων

οὔκουν ἔχει γ᾽ οὐδ᾽ αὐτὸς ἥρως ὢν ὅπλα.

Βδελυκλέων

εἰ θᾶττον ἐκαθίζου σύ, θᾶττον ἂν δίκην
825
ἐκάλουν.

Φιλοκλέων
κάλει νυν, ὡς κάθημαι ‘γὼ πάλαι.

Βδελυκλέων

φέρε νυν τίν᾽ αὐτῷ πρῶτον εἰσαγάγω δίκην;
τί τίς κακὸν δέδρακε τῶν ἐν τᾠκίᾳ;
ἡ Θρᾷττα προσκαύσασα πρώην τὴν χύτραν —

Φιλοκλέων

ἐπίσχες οὗτος: ὡς ὀλίγου μ᾽ ἀπώλεσας.
830
ἄνευ δρυφάκτου τὴν δίκην μέλλεις καλεῖν,
ὃ πρῶτον ἡμῖν τῶν ἱερῶν ἐφαίνετο;

Βδελυκλέων

μὰ τὸν Δί᾽ οὐ πάρεστιν.

Φιλοκλέων
ἀλλ᾽ ἐγὼ δραμὼν
αὐτὸς κομιοῦμαι τό γε παραυτίκ᾽ ἔνδοθεν.

Βδελυκλέων

τί ποτε τὸ χρῆμ᾽; ὡς δεινὸν ἡ φιλοχωρία.

Σωσίας

835
βάλλ᾽ ἐς κόρακας. τοιουτονὶ τρέφειν κύνα.

Βδελυκλέων

τί δ᾽ ἔστιν ἐτεόν;

Σωσίας
οὐ γὰρ ὁ Λάβης ἀρτίως
ὁ κύων παρᾴξας ἐς τὸν ἰπνὸν ὑφαρπάσας
τροφαλίδα τυροῦ Σικελικὴν κατεδήδοκεν;

Βδελυκλέων

τοῦτ᾽ ἆρα πρῶτον τἀδίκημα τῷ πατρὶ
840
εἰσακτέον μοι: σὺ δὲ κατηγόρει παρών.

Σωσίας

μὰ Δί᾽ οὐκ ἔγωγ᾽: ἀλλ᾽ ἅτερός φησιν κύων
κατηγορήσειν, ἤν τις εἰσάγῃ γραφήν.

Βδελυκλέων

ἴθι νυν ἄγ᾽ αὐτὼ δεῦρο.

Σωσίας
ταῦτα χρὴ ποιεῖν.

Βδελυκλέων

τουτὶ τί ἔστι;

Φιλοκλέων
χοιροκομεῖον Ἑστίας.

Βδελυκλέων

845
εἶθ᾽ ἱεροσυλήσας φέρεις;

Φιλοκλέων
οὔκ, ἀλλ᾽ ἵνα
ἀφ᾽ Ἑστίας ἀρχόμενος ἐπιτρίψω τινά.
ἀλλ᾽ εἴσαγ᾽ ἀνύσας: ὡς ἐγὼ τιμᾶν βλέπω.

Βδελυκλέων

φέρε νυν ἐνέγκω τὰς σανίδας καὶ τὰς γραφάς.

Φιλοκλέων

οἴμοι διατρίβεις κἀπολεῖς τριψημερῶν:
850
ἐγὼ δ᾽ ἀλοκίζειν ἐδεόμην τὸ χωρίον.

Βδελυκλέων

ἰδού.

Φιλοκλέων
κάλει νυν.

Βδελυκλέων
ταῦτα δή. τίς οὑτοσὶ
ὁ πρῶτός ἐστιν;

Φιλοκλέων
ἐς κόρακας, ὡς ἄχθομαι
ὁτιὴ ‘πελαθόμην τοὺς καδίσκους ἐκφέρειν.

Other books

Off the Clock by Brett Battles
A game of chance by Roman, Kate
Without Mercy by Len Levinson, Leonard Jordan
THE NEXT TO DIE by Kevin O'Brien
Popular Clone by M.E. Castle